Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 44

12.1 γράμματά τε γάρ, τῇ ὁμωνυμίᾳ αὐτοῦ τῇ πρὸς τὸν πάνυ Βροῦτον τὸν τοὺς Ταρκυνίους *tarkuni/ous R. Steph., tarkuini/ous L. καταλύσαντα καταχρώμενοι, πολλὰ ἐξετίθεσαν, φημίζοντες αὐτὸν ψευδῶς ἀπόγονον ἐκείνου εἶναι· ἀμφοτέρους γὰρ τοὺς παῖδας, τοὺς μόνους οἱ γενομένους, μειράκια ἔτι ὄντας ἀπέκτεινε, καὶ
12.2 οὐδὲ ἔγγονον ὑπελίπετο. u(peli/peto R. Steph., u(pelei/peto L. οὐ μὴν ἀλλὰ τοῦτό τε οἱ πολλοί, ὅπως ὡς καὶ γένει προσήκων prosh/kwn Leuncl., proshkon L. αὐτῷ ἐς e)s R. Steph., w(s kai\ L. ὁμοιότροπα ἔργα προαχθείη, ἐπλάττοντο, καὶ συνεχῶς ἀνεκάλουν αὐτόν, “ὦ Βροῦτε Βροῦτε” ἐκβοῶντες, καὶ προσεπιλέγοντες ὅτι “Βρούτου
12.3 χρῄζομεν.” καὶ τέλος τῇ τε τοῦ παλαιοῦ Βρούτου εἰκόνι ἐπέγραψαν “εἴθε ἔζης,” καὶ τῷ τούτου βήματι (ἐστρατήγει γὰρ καὶ βῆμα καὶ τὸ τοιοῦτο ὀνομάζεται ἐφʼ οὗ τις ἱζόμενος δικάζεἰ ὅτι “καθεύδεις, ὦ Βροῦτε” καὶ “Βροῦτος οὐκ εἶ.”
13.1 ταῦτά τε οὖν αὐτόν, ἄλλως τε καὶ ἀπʼ ἀρχῆς ἀντιπολεμήσαντα τῷ Καίσαρι, ἀνέπεισεν ἐπιθέσθαι οἱ καίπερ εὐεργέτῃ μετὰ τοῦτο γενομένῳ, καὶ ὅτι τοῦ Κάτωνος τοῦ Οὐτικησίου κληθέντος, ὥσπερ εἶπον, καὶ ἀδελφιδοῦς καὶ γαμβρὸς ἦν. καὶ μόνη γε γυναικῶν ἡ γαμετὴ αὐτοῦ ἡ Πορκία
13.2 τὴν ἐπιβουλήν, ὥς φασι, συνέγνω. φροντίζοντι γάρ τι αὐτῷ περὶ αὐτῶν τούτων ἐπιστᾶσα ἀνεπύθετο ὅ τι σύννους εἴη, καὶ ἐπειδὴ μηδὲν ἀπεκρίνατο, ὑπώπτευσέ τε διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἀπιστεῖσθαι, μὴ καὶ ἄκουσά τι ἐκ βασάνων ἐξείπῃ, καὶ πρᾶγμα μέγα ἐτόλμησε.
13.3 τὸν γὰρ μηρὸν τὸν ἑαυτῆς κρύφα κατέτρωσεν, ὅπως πειραθείη εἰ δύναιτο πρὸς αἰκισμοὺς ἀντικαρτερῆσαι· καὶ ἐπειδὴ μὴ περιήλγησε, κατεφρόνησε τοῦ τραύματος καὶ προσελθοῦσα αὐτῷ ἔφη “σὺ μέν, ὦ ἄνερ, καίτοι τῇ ψυχῇ μου πιστεύων ὅτι οὐδὲν ἐκλαλήσει, ὅμως ἠπίστεις τῷ σώματι, καὶ ἔπασχές γέ τι ἀνθρώπινον· ἐγὼ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme