Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 45

12.3 ἐκ τούτων δὴ τῶν ἀνδρῶν καὶ τὸ τῶν ἠουοκάτων h)ouoka/twn Xyl., h)ouka/twn h)\ bhka/twn LM. σύστημα, οὓς ἀνακλήτους ἄν τις ἑλληνίσας, ὅτι πεπαυμένοι τῆς στρατείας stratei/as H. Steph., stratia=s LM. ἐπʼ αὐτὴν au)th\n R. Steph., au)to\n LM. αὖθις ἀνεκλήθησαν, ὀνομάσειεν, ἐνομίσθη. καὶ αὐτοὺς παραλαβὼν ὁ Καῖσαρ ἠπείχθη τε ἐς τὴν Ῥώμην
12.4 πρὶν τὸν Ἀντώνιον ἀνακομισθῆναι, καὶ ἐς τὸν ὅμιλον ὑπὸ τοῦ Καννουτίου παρασκευασθέντα αὐτῷ ἐσελθὼν πολλὰ μὲν τοῦ πατρὸς αὐτοὺς ἀνέμνησεν, ἐπεξιὼν ὅσα καλῶς ἐπεποιήκει, πολλὰ
12.5 δὲ καὶ ὑπὲρ ἑαυτοῦ καὶ μέτρια διελέχθη, τοῦ τε Ἀντωνίου κατηγόρησε, καὶ τοὺς στρατιώτας τοὺς ἀκολουθήσαντάς οἱ ἐπῄνεσεν ὡς καὶ ἐθελοντὶ e)qelonti\ H. Steph., e)qelonth=i LM. πρὸς ἐπικουρίαν τῆς πόλεως παρόντας καὶ ἑαυτόν τε ἐπʼ αὐτῇ προκεχειρισμένους καὶ διʼ ἑαυτοῦ
12.6 πᾶσι ταῦτα δηλοῦντας. dhlou=ntas Xyl., dhlou=n LM. ἐπαίνων τε ἐπὶ τούτοις ἔκ τε τῆς ἄλλης παρασκευῆς καὶ ἐκ τοῦ συνόντος αὐτῷ πλήθους τυχὼν ἀπῆρεν a)ph=ren Bk., a)ph=re/ te LM. ἐς τὴν Τυρσηνίαν,
13.1 ὅπως καὶ ἐκεῖθεν δύναμίν τινα προσλάβῃ. καὶ ὁ μὲν ταῦτʼ ἔπραττεν, Ἀντώνιον δὲ τὴν μὲν ἀρχὴν φιλοφρόνως οἱ στρατιῶται ἐν τῷ Βρεντεσίῳ ἐδέξαντο, προσδοκήσαντες πλείω παρʼ αὐτοῦ τῶν προτεινομένων σφίσιν ὑπὸ τοῦ Καίσαρος λήψεσθαι, ἐπειδὴ καὶ πολλῷ πλείω κεκτῆσθαι αὐτὸν
13.2 ἐκείνου ἐνόμιζον· ὡς μέντοι ἑκατόν τε ἑκάστῳ δραχμὰς δώσειν ὑπέσχετο, καὶ αὐτῶν ἐπὶ τούτῳ θορυβησάντων σφαγῆναι ἄλλους τέ τινας καὶ tinas kai\ cod. Peir., om. LM. ἑκατοντάρχους ἔν τε τοῖς αὑτοῦ καὶ ἐν τοῖς τῆς
13.3 γυναικὸς ὀφθαλμοῖς ἐκέλευσε, τότε μὲν ἡσύχασαν, πορευόμενοι δὲ ἐς τὴν Γαλατίαν καὶ κατὰ τὸ ἄστυ γεγενημένοι ἐνεωτέρισαν, καὶ καταφρονήσαντες τῶν ὑποστρατήγων τῶν ἐπιτεταγμένων σφίσι συχνοὶ πρὸς τὸν Καίσαρα μετέστησαν· καὶ τό γε Ἄρειον τό τε te added by Bs. τέταρτον στρατόπεδον ὠνομασμένον
13.4 ὅλον αὐτῷ προσεχώρησε. παραλαβὼν οὖν αὐτούς, καὶ ἀργύριον καὶ ἐκείνοις ὁμοίως δούς, προσέθετο καὶ ἄλλους ἐκ τούτου πολλούς, καὶ τούς τε ἐλέφαντας τοὺς τοῦ Ἀντωνίου πάντας ἔλαβεν ἐξαπίνης παρακομιζομένοις σφίσιν ἐντυχών,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme