Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 45

13.5 ἐπειδή τε ἐκεῖνος ἄλλα τέ τινα ἐν e)n Leuncl., kai\ e)n LM. τῇ Ῥώμῃ διοικήσας, καὶ τοὺς στρατιώτας τοὺς λοιποὺς τούς τε βουλευτὰς τοὺς σὺν αὐτοῖς ὄντας ὁρκώσας, ἐς τὴν Γαλατίαν ἐξώρμησε e)cw/rmhse Zon., e)fw/rmhse LM. φοβηθεὶς μὴ καὶ αὐτή τι ti M, te L. νεοχμώσῃ, οὐδʼ ὁ Καῖσαρ ἀνεβάλετο, ἀλλʼ ἐπηκολούθησεν αὐτῷ.
14.1 ἦρχε μὲν δὴ τότε τῆς χώρας ἐκείνης ὁ Βροῦτος ὁ Δέκιμος, *de/kimos Leuncl., de/kios LM (and similarly belos'. καὶ αὐτοῦ ὁ Ἀντώνιος ἐλπίδα πολλὴν εἶχεν ἅτε καὶ τὸν Καίσαρα ἀπεκτονότος· ἐπράχθη δὲ ὧδε. ὁ Δέκιμος οὔτε τι ἐς τὸν Καίσαρα ὑποπτεύων (οὐδὲ γὰρ ἐπηπείλει τι τοῖς σφαγεῦσἰ καὶ τὸν Ἀντώνιον οὐδὲν μᾶλλον ἐκείνου πολέμιον ἢ καὶ ἑαυτοῦ τῶν τε ἄλλων τῶν τι δυναμένων ὑπʼ ἐμφύτου πλεονεξίας ὁρῶν ὄντα, οὐχ ὑπεῖξεν αὐτῷ. μαθὼν οὖν τοῦτο ὁ Καῖσαρ ἐπὶ πολὺ μὲν ἠπόρησεν
14.2 ὅ τι πράξῃ. ἐμίσει μὲν γὰρ ἀμφοτέρους αὐτούς, οὐ μέντοι καὶ εἶχεν ὅπως ἑκατέρῳ ἅμα μάχοιτο· οὐδὲ γὰρ τῷ ἑτέρῳ σφῶν ὁποτερῳοῦν ἀντίπαλος ἤδη ἦν, πρὸς δὲ καὶ ἐδεδίει μὴ τοῦτο τολμήσας συστήσῃ τε αὐτοὺς ἀλλήλοις καὶ καθʼ ἓν ἀμφοτέροις a)mfote/rois L, a)mfote/rous M.
14.3 πολεμήσῃ. λογισάμενος οὖν ὅτι ὁ μὲν πρὸς τὸν Ἀντώνιον ἀγὼν ἤδη τε ἐνέστηκε καὶ ἐπείγει, τῆς δὲ τιμωρίας τῆς τοῦ πατρὸς οὐδέπω καιρὸς εἴη, τὸν Δέκιμον προσηταιρίσατο. καὶ γὰρ εὖ ἠπίστατο ὅτι τούτῳ μέν, ἂν τῶν ἀντικαθεστηκότων a)ntikaqesthko/twn Rk., kaqesthko/twn LM. διʼ αὐτοῦ κρατήσῃ, οὐδὲν μέγα ἔργον μετὰ τοῦτό οἱ προσπολεμήσας ἕξει, ἐκεῖνον δὲ ἰσχυρὸν αὖθις πολέμιον pole/mion R. Steph., po/lemon LM. σχήσει· τοσοῦτόν που ἀλλήλων
15.1 διέφερον. πέμψας οὖν πρὸς τὸν Δέκιμον φιλίαν τε αὐτῷ ἐπηγγείλατο, καὶ συμμαχίαν, ἂν μὴ τὸν Ἀντώνιον δέξηται, προσυπισχνεῖτο. καὶ διὰ τοῦτο καὶ οἱ ἐν τῷ ἄστει τὴν χάριν τὴν τοῦ Καίσαρος
15.2 συνῄροντο. τότε μὲν οὖν (ἤδη γὰρ ὅ τε ἐνιαυτὸς ἐξῄει καὶ ὕπατος οὐδεὶς παρῆν· ὁ γὰρ Δολοβέλλας ἐς τὴν Συρίαν ὑπὸ τοῦ Ἀντωνίου προεξεπέπεμπτὀ ἔπαινοι ἐν τῇ βουλῇ αὐτοῖς τε ἐκείνοις καὶ τοῖς στρατιώταις τοῖς τὸν Ἀντώνιον ἐγκαταλιποῦσι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme