Book 45
27.5
τὸ δαιμόνιον ἐναργῶς ἐσήμηνεν. ὅτε γοῦν τοὺς θαυμαστοὺς ἐκείνους νόμους ἐσέφερε, βροντῶν πάντα καὶ ἀστραπῶν ἐπληρώθη. ὧν οὐδὲν ὁ μιαρὸς οὗτος, καίπερ οἰωνιστὴς εἶναι λέγων, φροντίσας, κακῶν καὶ πολέμων, pole/mwn Dind.. pollw=n LM. ὥσπερ εἶπον, οὐ τὴν πόλιν μόνον ἀλλὰ καὶ τὴν οἰκουμένην ἐπλήρωσε.
27.5
μετὰ ταῦτα τοίνυν τί μεν δεῖ λέγειν ὡς ἐπʼ ἐνιαυτὸν ὅλον ἱππάρχησεν, ὃ μήπω πρότερον
28.1
ἐγεγόνει; τί δʼ ὅτι καὶ τότε μεθύων mequ/wn Rk., meq' u(mw=n LM. τε ἐπαρῴνει κἀν ταῖς ἐκκλησίαις τὴν κραιπάλην ἐπʼ αὐτοῦ τοῦ
28.2
βήματος μεταξὺ δημηγορῶν ἐξήμει; τί δʼ ὅτι καὶ πόρνους καὶ πόρνας, καὶ γελωτοποιοὺς οὐχ ὅτι ἄνδρας ἀλλὰ καὶ γυναῖκας, μετὰ τῶν ῥαβδούχων δαφνηφορούντων ἐπαγόμενος τὴν Ἰταλίαν περιῄει;
28.3
τί δʼ ὅτι τὴν τοῦ Πομπηίου οὐσίαν μόνος ἀνθρώπων ἀγοράσαι ἐτόλμησε, μήτε τὸ ἑαυτοῦ ἀξίωμα μήτε τὴν ἐκείνου μνήμην αἰδεσθείς, ἀλλʼ ἐφʼ οἷς πάντες ἔτι καὶ τότε ἐθρηνοῦμεν, ταῦτα μεθʼ ἡδονῆς ἁρπάσας; καὶ γὰρ ἐπʼ ἐκεῖνα καὶ ἐπʼ ἄλλα πολλὰ ἐπεπήδησεν ὡς μηδεμίαν αὐτῶν τιμὴν
28.4
ἀποδώσων. ἀλλὰ καὶ ταύτην μετὰ πάσης ὕβρεως καὶ βίας ἐσεπράχθη· οὕτως αὐτοῦ καὶ ὁ Καῖσαρ κατέγνω· καὶ πάνθʼ ὅσαπερ ἐκτήσατο, παμπληθῆ τε γενόμενα καὶ ἐκ παντὸς τρόπου ἀργυρολογηθέντα, κατακεκύβευκε καὶ καταπεπόρνευκε καὶ καταβέβρωκε καὶ καταπέπωκεν ὥσπερ ἡ Χάρυβδις.
29.1
ταῦτα μὲν οὖν ou)=n supplied by Schenkl. ἐάσω· τὰς δὲ δὴ ὕβρεις ἃς τὸ κοινὸν ὕβρισε, καὶ τὰς σφαγὰς ἃς κατὰ πᾶσαν ὁμοίως τὴν πόλιν εἰργάσατο, πῶς ἄν τις σιωπήσειεν; ἢ οὐ μέμνησθε πῶς βαρὺς μὲν ὑμῖν καὶ αὐτῇ τῇ ὄψει, βαρύτατος δὲ
29.2
τοῖς ἔργοις ἐγένετο; ὅστις, ὦ γῆ καὶ θεοί, πρῶτον μὲν ἐτόλμησεν ἐνταῦθα, ἐντὸς τοῦ τείχους, ἐν τῇ ἀγορᾷ, ἐν τῷ βουλευτηρίῳ καὶ ἐν τῷ Καπιτωλίῳ, τό τε ἔσθημα ἅμα τὸ περιπόρφυρον ἐνδύεσθαι καὶ ξίφος παραζώννυσθαι ῥαβδούχοις τε χρῆσθαι