Book 45
29.3
καὶ ὑπὸ στρατιωτῶν δορυφορεῖσθαι· ἔπειτα δυνηθεὶς ἂν καὶ τοὺς τῶν ἄλλων θορύβους καταπαῦσαι, οὐ μόνον οὐκ ἐποίησε τοῦτο, ἀλλὰ καὶ ὁμονοοῦντας ὑμᾶς ἐστασίασεν, τῇ μὲν αὐτὸς τῇ δὲ καὶ διʼ ἑτέρων. καὶ μέντοι καὶ αὐτοὺς ἐκείνους ἐν τῷ μέρει προσλαμβάνων, καὶ τοτὲ μὲν συναιρόμενός σφισι τοτὲ δὲ ἐναντιούμενος, sfisi tote\ de\ e)nantiou/menos supplied by Bk. αἰτιώτατος μὲν ἐγένετο τοῦ tou= supplied by Bk. παμπληθεῖς σφων σφαγῆναι,
29.4
αἰτιώτατος δὲ τοῦ μὴ πάντα τὰ τοῦ Πόντου τῶν τε Πάρθων εὐθὺς τότε ἐπὶ τῇ κατὰ τοῦ Φαρνάκου νίκῃ χειρωθῆναι· πρὸς γάρ τοι τὰ πραττόμενα ὑπʼ αὐτοῦ δεῦρο διὰ ταχέων ὁ Καῖσαρ ἐπειχθεὶς οὐδὲν ἐκείνων, ὥς γε ge Rk., te LM. καὶ ἠδυνήθη, παντελῶς κατειργάσατο.
30.1
καὶ οὐδὲ ταῦτα μέντοι αὐτὸν ἐσωφρόνισεν, ἀλλʼ ὑπατεύσας γυμνός, ὦ πατέρες, γυμνὸς καὶ μεμυρισμένος ἔς τε τὴν ἀγορὰν ἐσῆλθε, πρόφασιν τὰ Λυκαῖα ποιησάμενος, κἀνταῦθα πρὸς τὸ βῆμα μετὰ τῶν ῥαβδούχων προσῆλθε, καὶ ἐκεῖ κάτωθεν
30.2
ἐδημηγόρησεν· ὅπερ, ἀφʼ οὗ γέγονεν ἡ πόλις, οὐδένα ἄλλον οὐχ ὅτι ὕπατον ἀλλʼ οὐδὲ στρατηγὸν οὐδὲ δήμαρχον οὐδʼ ἀγορανόμον οὐδεὶς οἶδε πεποιηκότα. τὰ γὰρ Λυκαῖα ἦν, καὶ ἐπὶ τοῦ ἑταιρικοῦ τοῦ Ἰουλίου ἐτέτακτο· ταῦτα γὰρ ὁ Σέξτος αὐτὸν ὁ Κλώδιος τῶν δισχιλίων πλέθρων τῶν ἐν
30.3
τῇ Λεοντίνων γῇ δοθέντων ἐξεπαίδευσεν. ἀλλὰ καὶ ὑπάτευες, ὦ χρηστέ (ἐρῶ γὰρ ὡς πρὸς παρόντα σἐ, καὶ οὔτε ἔπρεπέ σοι οὔτε ἐξῆν τοιούτῳ ὄντι ἐν e)n supplied by Xyl. τῇ ἀγορᾷ πρὸς τῷ βήματι, πάντων ἡμῶν παρόντων, τοιαῦτʼ εἰπεῖν, ἵνʼ ἅμα τε τὸ θαυμαστόν σου σῶμα καὶ εὔσαρκον καὶ βδελυρὸν θεωρῶμεν, καὶ τῆς μιαρᾶς σου φωνῆς τῆς μεμυρισμένης
30.4
τὰ δεινὰ ἐκεῖνα λεγούσης ἀκούωμεν· τοῦτο γὰρ περὶ τοῦ στόματός σου μᾶλλον ἤ τι ἕτερον εἰπεῖν βούλομαι. τὰ μὲν γὰρ Λυκαῖα καὶ ἄλλως ἂν τῆς προσηκούσης θρησκείας οὐκ ἀπέτυχε, ou)k a)pe/tuxe Bs., ou)k e)/tuxe LM. σὺ δὲ πᾶσαν ὁμοῦ τὴν πόλιν κατῄσχυνας, ἵνα μηδὲν
30.5
μηδέπω περὶ τῶν τότε λεχθέντων εἴπω· τίς γὰρ οὐκ οἶδεν ὅτι ἡ ὑπατεία δημοσία τοῦ δήμου παντός ἐστι, καὶ δεῖ τὸ ἀξίωμα αὐτῆς πανταχοῦ σώζεσθαι καὶ μηδαμοῦ μήτε γυμνοῦσθαι μήθʼ