Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 45

31.1 ὑβρίζεσθαι. τάχα γʼ ἂν οὗτος ἢ τὸν Ὁράτιον τὸν παλαιὸν ἐκεῖνον ἢ καὶ τὴν Κλοιλίαν τὴν ἀρχαίαν ἐμιμήσατο, ὧν ἡ μὲν τὴν ἐσθῆτα πᾶσαν ἐνδεδυκυῖα τὸν ποταμὸν διενήξατο, ὁ δὲ καὶ μετὰ τῶν ὅπλων ἐς τὸ ῥεῦμα ἑαυτὸν ἐνέβαλεν. ἄξιόν γε (οὐ γάρ;ʼ καὶ τούτου τινὰ εἰκόνα στῆσαι, ἵνʼ ὁ μὲν καὶ ἐν τῷ Τιβέριδι ὡπλισμένος, ὁ δὲ καὶ ἐν τῇ ἀγορᾷ γυμνὸς
31.2 ὁρῷτο. καὶ γάρ τοι διὰ ταῦτα ἐκεῖνοι μὲν ἡμᾶς καὶ ἔσωζον καὶ ἠλευθέρουν, οὗτος δὲ πᾶσαν μὲν τὴν ἐλευθερίαν ἡμῶν, ὅσον ἐπʼ αὐτῷ ἦν, ἀφείλετο, πᾶσαν δὲ τὴν δημοκρατίαν κατέλυσεν, καὶ δεσπότην μὲν ἀντὶ ὑπάτου τύραννον δὲ ἀντὶ δικτάτορος ἡμῖν ἀντικατέστησε. a)ntikate/sthse M, a)ntekate/sthse L. μέμνησθε γὰρ οἷα μὲν προσελθὼν πρὸς τὸ βῆμα εἶπεν, οἷα δὲ ἀναβὰς
31.3 ἐπʼ αὐτὸ ἔπραξε. καίτοι ὅστις ἐτόλμησε, Ῥωμαῖός τε ὢν καὶ ὑπατεύων, βασιλέα τινὰ Ῥωμαίων ἔν τε τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ καὶ πρὸς τῷ βήματι τῷ ἐλευθερίῳ, παντὸς μὲν τοῦ δήμου πάσης δὲ τῆς βουλῆς παρούσης ἀνειπεῖν, καὶ τό τε διάδημα εὐθὺς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
31.4 ἐπιθεῖναι, καὶ προσκαταψεύσασθαι πάντων ἡμῶν ἀκουόντων ὅτι αὐτοὶ ταῦτα αὐτῷ καὶ εἰπεῖν καὶ πρᾶξαι ἐπεσκήψαμεν, τί μὲν οὐκ ἂν τῶν δεινοτάτων τολμήσειε, τίνος δʼ ἂν τῶν χαλεπωτάτων
32.1 ἀπόσχοιτο; ἡμεῖς, ὦ Ἀντώνιε, ἡμεῖς σοι soi M, oi( L. ταῦτʼ ἐνετειλάμεθα, οἱ τοὺς Ταρκυνίους *tarkuni/ous R. Steph., tarkuini/ous LM. ἐξελάσαντες, οἱ τὸν Βροῦτον ἀγαπήσαντες, οἱ τὸν Καπιτωλῖνον *kapitwli=non R. Steph., *kapitw/lion LM. κατακρημνίσαντες, οἱ τὸν Σπούριον ἀποκτείναντες;
32.2 ἡμεῖς βασιλέα τινὰ ἀσπάσασθαί σε προσετάξαμεν, οἱ καὶ αὐτὴν τὴν ἐπωνυμίαν αὐτοῦ, καὶ προσέτι καὶ τὴν τοῦ δικτάτορος διʼ ἐκείνην, ἐπάρατον ποιησάμενοι; ἡμεῖς τύραννόν τινα ἀποδεῖξαί σοι ἐκελεύσαμεν, οἱ τὸν Πύρρον ἐκ τῆς Ἰταλίας ἐκβαλόντες, οἱ τὸν Ἀντίοχον ὑπὲρ τὸν Ταῦρον ἀπελάσαντες, οἱ καὶ Μακεδονίαν τυραννουμένην
32.3 παύσαντες ; οὐ μὰ τὰς ῥάβδους τὰς Οὐαλερίου καὶ τὸν νόμον τὸν Πορκίου, οὐ μὰ τὸ σκέλος τὸ Ὁρατίου καὶ τὴν χεῖρα τὴν Μουκίου, οὐ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme