Book 45
34.3
ἤρεσεν. ἀλλʼ ἁμαρτεῖν ὅτι καὶ τὴν ἀρχὴν τοιοῦτό τι ἀκούσας καὶ ἰδὼν ἠνέσχετο; οὐκοῦν εἴπερ ἐκεῖνος εἰκότως ἐπὶ τούτοις τέθνηκε, πῶς οὐ καὶ οὗτος, ὁμολογῶν τρόπον τινὰ τυραννῆσαι ἐπιθυμεῖν,
34.4
δικαιότατός ἐστιν ἀπολέσθαι; ὅτι γὰρ ταῦθʼ οὕτως ἔχει, δῆλον μέν ἐστι καὶ ἐκ τούτων ὧν προείρηκα, φανερώτατα δὲ ἐξ αὐτῶν ὧν μετὰ ταῦτʼ ἔπραξεν ἐλέγχεται. τίνος μὲν γὰρ ἄλλου ἕνεκα, ἐξὸν αὐτῷ τὴν ἡσυχίαν ἀσφαλῶς ἄγειν, ταράττειν τὰ πράγματα καὶ πολυπραγμονεῖν ἐπικεχείρηκε;
34.5
τίνος δέ, παρὸν αὐτῷ ἀκινδύνως οἴκοι μένειν, στρατεύεσθαι καὶ πολεμεῖν ἐπανῄρηται; διὰ τί, πολλῶν μηδὲ ἐς τὰς ἐπιβαλούσας αὐτοῖς ἀρχὰς βουληθέντων ἐξελθεῖν, οὗτος οὐχ ὅτι τῆς Γαλατίας οὐδὲν αὐτῷ προσηκούσης ἀντιποιεῖται, ἀλλὰ καὶ
34.6
ἄκουσαν αὐτὴν βιάζεται; διὰ τί, τοῦ Βρούτου τοῦ Δεκίμου καὶ ἑαυτὸν καὶ τοὺς στρατιώτας καὶ τὰς πόλεις ἡμῖν h(mi=n H. Steph., u(mi=n L. παραδιδόντος, οὗτος οὐχ ὅπως οὐκ ἐμιμήσατο αὐτόν, ἀλλὰ καὶ πολιορκεῖ κατακλείσας; οὐκ ἔστιν ὅπως οὐκ ἐπʼ ἄλλο τι καὶ ἐφʼ ἡμᾶς h(ma=s H. Steph., u(ma=s LM. κἀκεῖνα καὶ τἆλλα πάντα παρασκευάζεται.
35.1
Ταῦτʼ οὖν ὁρῶντες μέλλομεν καὶ μαλακιζόμεθα, καὶ τηλικοῦτον ἐφʼ ἡμᾶς αὐτοὺς au)tou\s Bk., au)to\n LM. τύραννον ἀσκοῦμεν; καὶ πῶς οὐκ αἰσχρὸν τοὺς μὲν προγόνους ἡμῶν ἐν δουλείᾳ τραφέντας ἐπιθυμῆσαι ἐλευθερίας,
35.2
ἡμᾶς δὲ ἐν αὐτονομίᾳ πολιτευθέντας ἐθελοδουλῆσαι, καὶ τῆς μὲν μοναρχίας τῆς τοῦ Καίσαρος ἡδέως, καίπερ kai/per M by correction, kai\ L (and M originally'. πολλὰ ὑπʼ αὐτοῦ καὶ ἀγαθὰ προπαθόντας, ἀπαλλαγῆναι, τοῦτον δὲ δεσπότην αὐθαίρετον ἀνθελέσθαι, ὃς τοσοῦτον ἐκείνου χείρων ἐστὶν ὅσον ὁ μὲν ἐν τοῖς πολέμοις κρατήσας
35.3
πολλῶν ἐφείσατο, οὗτος δέ, πρὶν καὶ δυνηθῆναί τι, τριακοσίους στρατιώτας, καὶ ἐν αὐτοῖς καὶ ἑκατοντάρχους τινάς, μηδὲν ἀδικήσαντας, οἴκοι παρʼ ἑαυτῷ, παρούσης τῆς γυναικὸς καὶ βλεπούσης, ἐφόνευσεν, ὥστε καὶ τοῦ αἵματος αὐτὴν ἀναπλῆσαι.