Book 45
46.2
συμφέροντα καταπροδοῦναι. ὡς ἔγωγε οὕτω γνώμης, ὦ πατέρες, ἔχω ὥστʼ, ἂν μὲν πεισθῆτέ μοι, καὶ πάνυ pa/nu Reim., pa/nta LM. ἂν ἡδέως καὶ τῆς ἐλευθερίας καὶ τῆς σωτηρίας μεθʼ ὑμῶν ἀπολαῦσαι, ἂν δʼ ἄλλο τι ψηφίσησθε, τεθνάναι μᾶλλον ἢ ζῆν ἑλέσθαι.
46.3
οὔτε γὰρ ἄλλως τὸν θάνατόν ποτε τὸν ἐκ τῆς παρρησίας ἐφοβήθην (καὶ διὰ τοῦτο καὶ κατώρθωσα πλεῖστον· τεκμήριον δὲ ὅτι καὶ θῦσαι καὶ ἑορτάσαι ἐφʼ οἷς ὑπατεύων ἐποίησα ἐψηφίσασθε, ὅπερ οὐδενὶ πώποτε ἄλλῳ μὴ οὐκ ἐν πολέμῳ γέ τι καταπράξαντι ἐγένετὀ, νῦν δὲ καὶ ἥκιστα.
46.4
καὶ γὰρ ὁ μὲν kai\ ga\r o( me\n Bk., kai\ o( me\n ga\r LM. θάνατος οὐκ ἂν ἄωρος ἄλλως τε καὶ πρὸ τοσούτων ἐτῶν ὑπατευκότι μοι γένοιτο (καίτοι μνημονεύετε ὅτι τοῦτο καὶ ἐν αὐτῇ τῇ ὑπατείᾳ ὑμῖν εἶπον, ἵνα μοι πρὸς πάντα ὡς καταφρονοῦντι αὐτοῦ προσέχητἐ· τὸ δὲ δὴ φοβηθῆναί τινα καθʼ ὑμῶν καὶ τὸ δουλεῦσαί τινι μεθʼ ὑμῶν καὶ πάνυ ἄν μοι ἀωρότατον a)wro/taton Dind., dwro/taton LM. συμβαίη.
46.5
ὅθενπερ τοῦτο μὲν καὶ συμφορὰν καὶ ὄλεθρον, οὐ τοῦ σώματος μόνον ἀλλὰ καὶ τῆς ψυχῆς τῆς τε δόξης, ὑφʼ ἧς που καὶ μόνης ἀίδιοι τρόπον τινὰ γιγνόμεθα, εἶναι νομίζω· τὸ δὲ δὴ λέγοντά τε καὶ πράττοντα ὑπὲρ ὑμῶν ἀποθανεῖν ἰσοστάσιον ἀθανασίᾳ a)qanasi/a| Rk., a)qanasi/an LM. ἄγω.
47.1
καὶ εἴγε καὶ Ἀντώνιος ταῦτʼ ἐγίγνωσκεν, οὐκ ἄν ποτε ἐς τοιαῦτα πράγματα προυχώρησεν, ἀλλὰ καὶ ἀποθανεῖν ἄν, ὥσπερ ὁ πάππος αὐτοῦ, μᾶλλον ἤ τι τῶν ὁμοίων τῷ Κίννᾳ τῷ ἐκεῖνον
47.2
ἀποκτείναντι ποιῆσαι προείλετο. πρὸς γὰρ αὖ τοῖς ἄλλοις ὁ μὲν Κίννας οὐ πολλῷ ὕστερον ἀντεσφάγη διά τε τοῦτο καὶ διὰ τἆλλα ἃ κακῶς ἔπραττε (διόπερ καὶ τοῦτο τοῦ Ἀντωνίου τεθαύμακα, ὅτι τὰ ἔργα αὐτοῦ μιμούμενος οὐ φοβεῖται μήποτε ὁμοίᾳ καταστροφῇ περιπέσᾐ, ἐκεῖνος δὲ καὶ αὐτῷ τούτῳ τὸ δοκεῖν τινι εἶναι
47.3
κατέλιπεν. ἀλλʼ οὔτι γε καὶ σώζεσθαι διὰ τοὺς συγγενεῖς ἔτι δίκαιός ἐστι, μήτε τὸν πάππον ζηλώσας μήτε τὸν πατέρα τῆς οὐσίας κληρονομήσας. τίς γὰρ οὐκ οἶδε τοῦθʼ, tou=q' Bk., tau=q' LM. ὅτι πολλοὺς φεύγοντας καὶ ἐπὶ τοῦ Καίσαρος καὶ μετὰ ταῦτα ἐκ τῶν γραμμάτων δὴ τῶν ἐκείνου καταγαγὼν katagagw\n Rk., a)gagw\n LM.