Book 45
4.2
προσεκτήσατο. πολλὰ γὰρ ἤδη τινὲς οὐκ ὀρθῶς ἐπιχειρήσαντες δόξαν, ὅτι ἐπιτυχεῖς αὐτῶν ἐγένοντο, εὐβουλίας ἔσχον· καὶ ἕτεροι ἄριστά τινα προελόμενοι μωρίαν, ὅτι μὴ κατέτυχον αὐτῶν,
4.3
ὦφλον. w)=flon Xyl., wfeilon LM. καὶ ἐκεῖνος σφαλερῶς μὲν καὶ ἐπικινδύνως ἐποίησεν ὅτι τήν τε ἡλικίαν τὴν ἄρτι ἐκ παίδων ἄγων (ὀκτωκαιδεκέτης γὰρ ἦνʼ καὶ τὴν διαδοχὴν καὶ τοῦ κλήρου καὶ τοῦ γένους καὶ ἐπίφθονον καὶ ἐπαίτιον ὁρῶν οὖσαν, ἔπειτʼ ἐπὶ τοιαῦτα ὥρμησεν ἐφʼ οἷς ὅ τε Καῖσαρ ἐπεφόνευτο καὶ τιμωρία οὐδεμία αὐτοῦ ἐγίγνετο, καὶ οὔτε τοὺς σφαγέας οὔτε τὸν Λέπιδον τόν τε Ἀντώνιον
4.4
ἔδεισεν· οὐ μέντοι καὶ κακῶς βεβουλεῦσθαι ἔδοξεν, ὅτι καὶ κατώρθωσε. τὸ μέντοι δαιμόνιον πᾶσαν οὐχ ἀσαφῶς τὴν αὐτόθεν μέλλουσάν σφισι ταραχὴν ἔσεσθαι προεσήμηνεν· ἐς γὰρ τὴν Ῥώμην ἐσιόντος αὐτοῦ ἶρις πάντα τὸν ἥλιον πολλὴ καὶ ποικίλη περιέσχεν.
5.1
οὕτως ὁ πρότερον μὲν o( pro/teron me\n Bk., me\n o( pro/teron LM Xiph. Ὀκτάουιος, τότε δὲ ἤδη Καῖσαρ, μετὰ δὲ τοῦτο Αὔγουστος ἐπικληθεὶς ἥψατο τῶν πραγμάτων, καὶ αὐτὰ καὶ κατέπραξε καὶ κατειργάσατο παντὸς μὲν ἀνδρὸς νεανικώτερον, παντὸς δὲ πρεσβύτου presbu/tou Bk., presbute/rou LM, ge/rontos Xiph. φρονιμώτερον.
5.2
πρῶτον μὲν γάρ, ὡς καὶ ἐπὶ μόνῃ τῇ τοῦ κλήρου διαδοχῇ, καὶ ἰδιωτικῶς καὶ μετʼ ὀλίγων, ἄνευ ὄγκου τινός, ἐς τὴν πόλιν ἐσῆλθεν· ἔπειτʼ οὔτʼ ou)/t' Bk., ou)d' LM. ἠπείλει οὐδενὶ οὐδέν, οὔτε ἐνεδείκνυτο ὅτι ἄχθοιτό τε τοῖς γεγονόσιν καὶ τιμωρίαν αὐτῶν ποιήσοιτο.
5.3
τόν τε Ἀντώνιον οὐχ ὅσον οὐκ ἀπῄτει τι τῶν χρημάτων ὧν προηρπάκει, ἀλλὰ καὶ ἐθεράπευε, καίτοι καὶ προπηλακιζόμενος ὑπʼ αὐτοῦ καὶ ἀδικούμενος· τά τε γὰρ ἄλλα ἐκεῖνος καὶ λόγῳ καὶ ἔργῳ αὐτὸν ἐκάκου, καὶ τὸν νόμον τὸν φρατριατικὸν fratriatiko\n R. Steph., fratriko\n LM. ἐσφερόμενον, καθʼ ὃν τὴν ἐσποίησιν αὐτοῦ τὴν ἐς τὰ τοῦ Καίσαρος γενέσθαι
5.4
ἔδει, αὐτὸς μὲν ἐσπούδαζε δῆθεν ἐσενεγκεῖν, διὰ δὲ δημάρχων τινῶν ἀνεβάλλετο, ὅπως, ὡς μηδέπω παῖς αὐτοῦ ἐκ τῶν νόμων ὤν, μήτε τι τῆς οὐσίας πολυπραγμονοίη καὶ πρὸς τὰ ἄλλα ἀσθενέστερος