Book 45
6.1
εἴη. ἐπʼ οὖν τούτοις ὁ Καῖσαρ ἤσχαλλε μέν, οὐ μέντοι καὶ ἀσφαλῶς παρρησιάσασθαί τι δυνάμενος ἠνείχετο, μέχρις οὗ τὸ πλῆθος, ὑφʼ οὗ τὸν πατέρα αὐξηθέντα ἠπίστατο, προσεποιήσατο.
6.2
ὀργήν τε γὰρ αὐτοὺς ἐπὶ τῷ ἐκείνου θανάτῳ ἔχοντας εἰδώς, καὶ ἑαυτὸν ὡς καὶ παῖδα αὐτοῦ σπουδάσειν ἐλπίσας, τόν τε Ἀντώνιον διά τε τὴν ἱππαρχίαν καὶ διὰ τὴν τῶν σφαγέων οὐ τιμωρίαν μισοῦντας αἰσθόμενος, ἐπεχείρησε μὲν δημαρχῆσαι πρός τε τὴν τῆς δημαγωγίας ἀφορμὴν καὶ πρὸς τὴν ὑποδοχὴν
6.3
τῆς ἐξ αὐτῆς δυναστείας, καὶ διὰ τοῦτο τῆς τοῦ Κίννου χώρας κενῆς οὔσης ἀντεποιήσατο, κωλυθεὶς δὲ ὑπὸ τῶν περὶ τὸν Ἀντώνιον οὐχ ἡσύχασεν, ἀλλὰ Τιβέριον Καννούτιον δημαρχοῦντα ἀναπείσας ἔς τε τὸν ὅμιλον ὑπʼ αὐτοῦ ἐσήχθη, πρόφασιν τὴν δωρεὰν τὴν καταλειφθεῖσαν ὑπὸ τοῦ Καίσαρος ποιησάμενος, καὶ δημηγορήσας ὅσα ἥρμοττε, ταύτην τε εὐθὺς ἐκτίσειν σφίσιν ὑπέσχετο καὶ ἄλλα αὐτοὺς au)tou\s Rk., au)tou= LM. πολλὰ
6.4
προσεπήλπισε. καὶ μετὰ τοῦτο τὴν πανήγυριν τὴν ἐπὶ τῇ τοῦ Ἀφροδισίου ἐκποιήσει καταδειχθεῖσαν, ἣν ὑποδεξάμενοί τινες ζῶντος ἔτι τοῦ Καίσαρος ἐπιτελέσειν ἐν ὀλιγωρίᾳ, ὥσπερ που καὶ τὴν τῶν Παριλίων parili/wn M, parali/wn L. ἱπποδρομίαν, ἐποιοῦντο, αὐτὸς ἐπὶ τῇ τοῦ πλήθους θεραπείᾳ, ὡς καὶ προσήκουσαν διὰ τὸ γένος, τοῖς οἰκείοις τέλεσι
6.5
διέθηκε. καὶ τότε μὲν οὔτε τὸν δίφρον τὸν τοῦ Καίσαρος τὸν ἐπίχρυσον οὔτε τὸν στέφανον τὸν διάλιθον ἐς τὸ θέατρον ἐσήγαγεν ὥσπερ ἐψήφιστο,
7.1
φοβηθεὶς τὸν Ἀντώνιον· ἐπεὶ μέντοι ἄστρον τι παρὰ πάσας τὰς ἡμέρας ἐκείνας ἐκ τῆς ἄρκτου πρὸς ἑσπέραν ἐξεφάνη, καὶ αὐτὸ κομήτην τέ τινων καλούντων καὶ προσημαίνειν οἷά που εἴωθε λεγόντων οἱ πολλοὶ τοῦτο μὲν οὐκ ἐπίστευον, τῷ δὲ δὴ Καίσαρι αὐτὸ ὡς καὶ ἀπηθανατισμένῳ καὶ ἐς τὸν τῶν ἄστρων ἀριθμὸν ἐγκατειλεγμένῳ ἀνετίθεσαν, θαρσήσας χαλκοῦν αὐτὸν ἐς τὸ Ἀφροδίσιον, ἀστέρα ὑπὲρ