Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 45

10.1 ἐκεῖνοι μὲν δὴ ταῦτʼ ἔπραττον, διηγήσομαι δὲ καὶ τὰ κατὰ τὸν Σέξτον γενόμενα. ὡς γὰρ τότε ἀπὸ τῆς Κορδούβης ἔφυγε, τὸ μὲν πρῶτον ἐς Λακητανίαν ἐλθὼν ἐνταῦθα ἐκρύφθη· ἐπεδιώχθη μὲν γάρ, διέλαθε δὲ εὐνοϊκῶς τῶν ἐπιχωρίων οἱ
10.2 διὰ τὴν τοῦ πατρὸς μνήμην ἐχόντων· ἔπειτα δὲ ἐπειδὴ ὅ τε Καῖσαρ ἐς τὴν Ἰταλίαν ἀπῆρε καὶ ἐν τῇ Βαιτικῇ στράτευμα οὐ πολὺ ὑπελείφθη, συνέστησαν πρὸς αὐτὸν καὶ ἐκεῖνοι καὶ οἱ ἐκ τῆς μάχης διασωθέντες, καὶ οὕτω μετʼ αὐτῶν ἔς τε τὴν Βαιτικήν, ὡς καὶ ἐπιτηδειοτέραν ἐμπολεμῆσαι
10.3 οὖσαν, αὖθις ἀφίκετο, κἀνταῦθα καὶ στρατιώτας καὶ πόλεις, ἄλλως τε καὶ ἐπειδὴ ὁ Καῖσαρ ἀπέθανε, τὰς μὲν ἑκούσας τὰς δὲ καὶ βίᾳ προσλαβών (ὁ γὰρ ἄρχων αὐτῶν Γάϊος Ἀσίνιος Πωλίων *pwli/wn, *pwli/wnos Reim., poli/wn, poli/wnos LM. οὐδὲν ἰσχυρὸν εἶχενʼ ὥρμησε μὲν ἐπὶ τὴν Καρχηδόνα
10.4 τὴν Ἰβηρικήν, ἐπιθεμένου δὲ ἐν τούτῳ τοῦ Πωλίωνος *pwli/wn, *pwli/wnos Reim., poli/wn, poli/wnos LM. τῇ ἀπουσίᾳ αὐτοῦ καὶ κακώσαντός τινα ἐπανῆλθε χειρὶ πολλῇ, καὶ συμβαλὼν αὐτόν τε ἐτρέψατο, καὶ τοὺς λοιποὺς ἰσχυρῶς ἀγωνιζομένους ἔπειτʼ ἐκ συντυχίας τοιᾶσδε ἐξέπληξε καὶ
10.5 ἐνίκησεν. ἐπειδὴ γὰρ ἐκεῖνος μὲν τὴν χλαμύδα τὴν στρατηγικὴν strathgikh\n Bk., stratiwtikh\n LM. ἀπέρριψεν ὥστε ῥᾷον τῇ φυγῇ λαθεῖν, ἕτερος δέ τις ὁμώνυμός τε αὐτῷ καὶ ἐπιφανὴς ἱππεὺς ἔπεσε, καὶ ὁ μὲν ἔκειτο ἡ δὲ ἑαλώκει, e(alw/kei L a(lw/kei M. τὸ μὲν ἀκούσαντες οἱ στρατιῶται τὸ δὲ ἰδόντες ἠπατήθησαν ὡς καὶ τοῦ στρατηγοῦ σφων ἀπολωλότος
10.6 καὶ ἐνέδοσαν. καὶ οὕτως ὁ Σέξτος νικήσας πάντα ὀλίγου τὰ ταύτῃ κατέσχε. δυνατοῦ δὲ ἤδη αὐτοῦ ὄντος ὁ Λέπιδος τῆς τε ὁμόρου o(mo/rou Xiph., o(moxw/rou LM. Ἰβηρίας ἄρξων ἀφίκετο, καὶ ἔπεισεν αὐτὸν ἐς ὁμολογίαν ἐλθεῖν ἐπὶ τῷ tw=| L Xiph., to\ M. τὰ πατρῷα κομίσασθαι. καὶ οὕτω καὶ ὁ Ἀντώνιος διά τε τὴν τοῦ Λεπίδου φιλίαν καὶ διὰ τὴν τοῦ Καίσαρος ἔχθραν ψηφισθῆναι ἐποίησεν. καὶ ὁ μὲν οὕτω τε καὶ ἐπὶ τούτοις ἐκ τῆς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme