Book 46
arg.
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἕκτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
arg.
α. ὡς Καλῆνος ὑπὲρ Ἀντωνίου Κικέρωνι ἀντεῖπεν.
arg.
β. ὡς Ἀντώνιος ὑπὸ Καίσαρος καὶ τῶν ὑπάτων περὶ Μούτιναν ἡττήθη.
arg.
γ. ὡς Καῖσαρ ἐς Ῥώμην ἦλθε καὶ ὕπατος ἀπεδείχθη.
arg.
δ. ὡς Καῖσαρ καὶ Ἀντώνιος καὶ Λέπιδος συνώμοσαν.
arg.
χρόνου πλῆθος ἔτος ἕν, ἐν ᾧ ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
arg.
γ. Οὐίβιος *ou)i/bios Xyl., li/bios LM. γ. υἱ. Πάνσας Καπρωνιανός
arg.
Αὖλ. Ἵρτιος Αὔλ. υἱ. ὕπ. u(/p. supplied by Bs.
1.1
τοιαῦτα τοῦ Κικέρωνος εἰπόντος ὁ Καλῆνος ὁ Κύιντος ὁ o( supplied by Bk. Φούφιος ἀνέστη καὶ ἔλεξεν· “ἄλλως μὲν οὐδὲν οὔθʼ ὑπὲρ Ἀντωνίου τι ἀπολογήσασθαι οὔτε Κικέρωνος καθάψασθαι ἐδεόμην. οὐδὲ γὰρ οὐδʼ ἡγοῦμαι δεῖν ἐν ταῖς τοιαύταις σκέψεσιν οἵα ἡ παροῦσά ἐστιν οὐδέτερον αὐτῶν ποιεῖν, ἀλλʼ ἁπλῶς ἅ τις φρονεῖ ἀποφαίνεσθαι· ἐκεῖνα μὲν γὰρ δικαστηρίου, ταῦτα δὲ συμβουλίας ἔργα ἐστίν.
1.2
ἐπειδὴ δὲ οὗτος τόν τε Ἀντώνιον κακῶς διὰ τὴν ἔχθραν τὴν ὑπάρχουσάν σφισι λέγειν ἐπεχείρησεν, ὃν ἐχρῆν, εἴπερ τι ἠδικήκει, ἐσηγγελκέναι, καὶ προσέτι καὶ ἐμοῦ διαβόλως ἐμνημόνευσεν, ὡς οὐκ ἂν ἄλλως τὴν ἑαυτοῦ δεινότητα διαδείξας εἰ μή τινας ἀνέδην a)ne/dhn Bk., a)nai/dhn LM. προπηλακίσειε,
1.3
προσήκει καὶ ἐμοὶ τὰ μὲν ἀπολύσασθαι τὰ δὲ ἀνταιτιάσασθαι, ἵνα μήτε τοῦτον ἥ τε οἰκεία θρασύτης ἀντιλογίας ἁμαρτοῦσα καὶ ἡ ἐμὴ σιωπὴ πονηροῦ συνειδότος ὑποψίαν λαβοῦσα ὠφελήσῃ, μήθʼ ὑμεῖς ἀπατηθέντες ὑφʼ ὧν εἶπεν χεῖρον βουλεύσησθε, τὴν ἰδίαν αὐτοῦ πρὸς τὸν Ἀντώνιον ὀργὴν ἀντὶ τῶν κοινῇ συμφερόντων ἀντικαταλλαξάμενοι.
2.1
οὐδὲ γὰρ ἄλλο γε οὐδὲν διαπρᾶξαι βούλεται ἢ ἵνα ἡμεῖς, τὸ τὰ ἀσφαλέστατα τῷ κοινῷ προϊδεῖν ἀφέντες, στασιάσωμεν αὖθις. τοῦτο γὰρ οὐ νῦν πρῶτον ποιεῖ, ἀλλὰ ἀπʼ ἀρχῆς, ἀφʼ οὗπερ πρὸς τὴν πολιτείαν προσῆλθεν, ἄνω
2.2
καὶ κάτω ταράττων διατετέλεκεν. ἦ γὰρ οὐχ οὗτός ἐστιν ὁ τόν τε Καίσαρα τῷ Πομπηίῳ συγκρούσας καὶ τὸν Πομπήιον τῷ Καίσαρι καταλλαγῆναι κωλύσας; ὁ πείσας μὲν ὑμᾶς ἐκεῖνα κατὰ Ἀντωνίου ψηφίσασθαι διʼ ὧν παρώξυνε τὸν Καίσαρα, πείσας δὲ τὸν Πομπήιον τήν τε Ἰταλίαν