Book 46
22.5
ὥσπερ που πάντες ἠκούσατε. ἐκεῖνόν τε οὖν εὐεργέτην ὄντα ἐφόνευσε, καὶ παρʼ αὐτοῦ τοῦ Ἀντωνίου καὶ τῆς ἱερωσύνης καὶ τῆς σωτηρίας, ὅτʼ ἀπολέσθαι ἐν τῷ Βρεντεσίῳ ὑπὸ τῶν στρατιωτῶν ἐκινδύνευσε, τυχὼν τοιαύτας αὐτῷ χάριτας ἀνταποδίδωσι, κακηγορῶν τε αὐτὸν ἐπὶ τούτοις ἃ μήτʼ αὐτὸς μήτʼ ἄλλος τις πώποτε ἐμέμψατο, καὶ
22.6
κατατρέχων ἐφʼ οἷς ἄλλους ἐπαινεῖ. τὸν γοῦν Καίσαρα τοῦτον, μήθʼ ἡλικίαν ἄρχειν ἤ τι τῶν πολιτικῶν πράττειν ἔχοντα μήθʼ ὑφʼ ἡμῶν προκεχειρισμένον, ὁρῶν καὶ δύναμιν πεπορισμένον καὶ πόλεμον μήτε ἐψηφισμένων ἡμῶν μήτε προστεταχότων αὐτῷ ἀνῃρημένον, οὐ μόνον οὐκ
22.7
αἰτιᾶταί τι ἀλλὰ καὶ ἐγκωμιάζει. οὕτως οὔτε τὰ δίκαια πρὸς τοὺς νόμους οὔτε τὰ συμφέροντα πρὸς τὸ τῷ κοινῷ χρήσιμον ἐξετάζει, ἀλλὰ πάντα ἁπλῶς πρὸς τὴν ἑαυτοῦ βούλησιν διάγει, καὶ ἐφʼ οἷς ἄλλους ἀποσεμνύνει, ταῦθʼ ἑτέροις ἐγκαλεῖ, καὶ καταψευδόμενος ὑμῶν καὶ προσδιαβάλλων
23.1
ὑμᾶς. σύμπαντα γὰρ τὰ μετὰ τὴν τοῦ Καίσαρος τελευτὴν ὑπʼ Ἀντωνίου πεπραγμένα εὑρήσετε ὑφʼ ὑμῶν κεκελευσμένα. καὶ τὸ μὲν περί τε τῆς τῶν χρημάτων διοικήσεως καὶ περὶ τῆς τῶν γραμμάτων ἐξετάσεως λέγειν περιττὸν εἶναι νομίζω.
23.2
διὰ τί; ὅτι τὸ μὲν τῷ κληρονομοῦντι αὐτοῦ τῆς οὐσίας προσῆκον ἂν εἴη πολυπραγμονεῖν, τὸ δέ, At this point a #3uaternion has been lost from M; it resumes in the middle of chap. 43, 2. εἴπερ τινὰ ἀλήθειαν κακουργίας εἶχε, τότε ἐχρῆν παραχρῆμα κεκωλῦσθαι. οὔτε γὰρ ὑπὸ μάλης τι αὐτῶν, ὦ Κικέρων, ἐπράχθη, ἀλλʼ ἐς στήλας,
23.3
ὡς καὶ αὐτὸς φῄς, πάντα ἀνεγράφη· εἰ δὲ ἐκεῖνος φανερῶς οὕτω καὶ ἀναισχύντως τά τε ἄλλα ἐκακούργησεν ὡς λέγεις, καὶ τὴν Κρήτην ὅλην ἥρπασεν ὡς καὶ ἐκ τῶν τοῦ Καίσαρος γραμμάτων ἐλευθέραν μετὰ τὴν τοῦ Βρούτου ἀρχὴν ἀφειμένην, ἣν ὕστερον ἐκεῖνος παρʼ ἡμῶν ἐπετράπη, πῶς μὲν ἂν σὺ ἐσιώπησας, πῶς δʼ ἂν τῶν ἄλλων τις