Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 46

25.3 ἐνέπλησεν; ἀλλʼ ἑτέρῳ τινὶ προστάξαι; καὶ τίνα ἂν ἀναγκαιότερον καὶ ἐπιτηδειότερον τοῦ Ἀντωνίου εὕρομεν, τοῦ ὑπάτου, τοῦ πάντα τὰ τῆς πόλεως διοικοῦντος, τοῦ τοσαύτην φυλακὴν τῆς ὁμονοίας ἡμῶν πεποιημένου, τοῦ μυρία ἐπιδείγματα τῆς πρὸς τὸ κοινὸν εὐνοίας παρεσχημένου;
25.4 τινὰ τῶν σφαγέων; οἷς οὐδʼ ἄλλως ἐν τῇ πόλει διατρίβειν ἀσφαλὲς ἐγίγνετο. τινὰ τῶν τἀναντία αὐτοῖς φρονούντων; οὓς πάντες ὑπώπτευον. τίς ἀξιώσει προέχων, τίς ἐμπειρίᾳ
25.5 προφέρων παρὰ τοῦτον ἄλλος ἦν; ἀλλʼ ἀγανακτεῖς ὅτι μὴ σὲ προειλόμεθα. καὶ τίνα μὲν ἀρχὴν εἶχες, τί δʼ οὐκ ἂν ἔδρασας ὅπλα καὶ στρατιώτας λαβὼν ὁ τοσαῦτα καὶ τηλικαῦτα ἐν τῇ ὑπατείᾳ ταράξας ἐκ τῶν ἐπιτετηδευμένων
26.1 σοι soi Leuncl., sou L. τούτων ἀντιθέτων, ὧν μόνων ἦς κύριος; ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι καὶ παρῆς τούτοις ὅτε ἐψηφίζετο, καὶ οὐδὲν ἀντεῖπες, ἀλλὰ καὶ συγκατέθου πᾶσιν αὐτοῖς ὡς καὶ ἀρίστοις καὶ ἀναγκαίοις δῆλον ὅτι οὖσιν. οὐ γάρ που καὶ παρρησίας ἐνδεὴς ἦσθα· πολλὰ γοῦν καὶ μάτην ὑλάκτεις.
26.2 οὐ μὴν οὐδὲ ἐφοβήθης τινά· πῶς γὰρ ἂν ἔδεισας τὸν γυμνὸν ὁ μὴ φοβούμενος τὸν ὡπλισμένον; πῶς τὸν μόνον ὁ μὴ o( mh\ Bk., o( mh\ fobou/menos L. τὸν τοσούτους στρατιώτας ἔχοντα; καίτοι σύγε καὶ ἐπὶ τούτῳ σεμνύνῃ, ὅτι πάνυ τοῦ θανάτου, ὥς γε καὶ φῄς, καταφρονεῖς.
26.3 οὕτω δὴ τούτων ἐχόντων πότερος ὑμῖν ἀδικεῖν δοκεῖ, Ἀντώνιος ὁ τὰς δυνάμεις τὰς δοθείσας αὐτῷ παρʼ ἡμῶν διοικῶν, ἢ Καῖσαρ ὁ τοσαύτην ἰσχὺν ἰδίαν περιβεβλημένος; Ἀντώνιος *)antw/nios supplied by Bk. ὁ πρὸς τὴν ἐπιτραπεῖσαν αὐτῷ παρʼ ἡμῶν h(mw=n Bs., u(mw=n L. ἀρχὴν ἀπεληλυθώς, ἢ Βροῦτος ὁ κωλύων αὐτὸν τῆς χώρας
26.4 ἐπιβῆναι; Ἀντώνιος ὁ τοὺς συμμάχους ἡμῶν ἀναγκάσαι ἐθέλων e)qe/lwn Bk., qe/lwn L. τοῖς ψηφίσμασιν ἡμῶν πεισθῆναι, ἢ ἐκεῖνοι οἱ τὸν μὲν πεμφθέντα ὑφʼ ἡμῶν ἄρχοντα μὴ προσδεδεγμένοι, τῷ δὲ ἀπεψηφισμένῳ
26.5 προστεθειμένοι; Ἀντώνιος ὁ τοὺς στρατιώτας τοὺς ἡμετέρους συνέχων, ἢ οἱ στρατιῶται οἱ τὸν ἄρχοντα αὑτῶν ἐγκαταλελοιπότες; Ἀντώνιος ὁ μηδένα τούτων τῶν στρατιωτῶν τῶν ὑφʼ ἡμῶν h(mw=n Bs., u(mw=n L. αὐτῷ δοθέντων ἐς τὴν πόλιν ἐσαγαγών, ἢ Καῖσαρ ὁ τοὺς πάλαι ἐστρατευμένους ἀναπείσας χρήμασι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme