Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 46

26.6 δεῦρο ἐλθεῖν; ἐγὼ μὲν γὰρ οὐδὲ λόγου τινὸς ἔτι δεῖν ἡγοῦμαι πρὸς τὸ μὴ οὐκ ἐκεῖνον μὲν πάντα τὰ προσταχθέντα αὐτῷ ὑφʼ ἡμῶν ὀρθῶς δοκεῖν διοικεῖν, τούτους δὲ καὶ δίκην ὧν αὐτοὶ καθʼ
26.7 αὑτοὺς ἐτόλμησαν ὑποσχεῖν ὀφείλειν. διὰ γὰρ τοῦτο καὶ τὴν παρὰ τῶν στρατιωτῶν φυλακὴν ἐλάβετε, ἵνʼ ἀσφαλῶς ὑπὲρ τῶν παρόντων, οὐκ Ἀντωνίου ἕνεκα τοῦ μήτε ἰδίᾳ τι πεποιηκότος μήτʼ ἔν τινι ὑμᾶς πεφοβηκότος, ἀλλʼ ἐκείνου τοῦ καὶ δύναμιν ἐπʼ αὐτὸν au)to\n R. Steph., au)tou= L. συνειλοχότος suneiloxo/tos Reim., suneilexo/tos L. καὶ πολλοὺς στρατιώτας καὶ ἐν αὐτῇ πόλει πολλάκις ἐσχηκότος, βουλεύσησθε.
27.1 ταῦτα μὲν οὖν διὰ Κικέρωνα εἶπον, ἐπειδήπερ ἀδίκων ἐς ἡμᾶς λόγων ὑπῆρξεν· οὔτε γὰρ ἄλλως φιλαπεχθήμων εἰμὶ ὥσπερ οὗτος, οὔτʼ ἐμοὶ μέλει τὰ ἀλλότρια κακὰ πολυπραγμονεῖν, ὅπερ οὗτος ἀεὶ ποιῶν σεμνύνεται. ἃ δʼ ὑμῖν παραινῶ μήτʼ Ἀντωνίῳ τι χαριζόμενος μήτε Καίσαρα ἢ Βροῦτον διαβάλλων, ἀλλʼ ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὥσπερ που προσήκει, βουλεύων, νῦν ἤδη φράσω.
27.2 φημὶ γὰρ δεῖν μήτε ἐχθρόν πω μηδένα τούτων τῶν τὰ ὅπλα ἐχόντων ποιήσασθαι, μήτʼ ἀκριβῶς ἐξετάζειν τί καὶ πῶς ὑπʼ αὐτῶν πέπρακται. οὔτε γὰρ ὁ παρὼν καιρὸς ἐπιτήδειός ἐστι πρὸς τοῦτο, καὶ πολιτῶν αὐτῶν ἡμετέρων πάντων ὁμοίως ὄντων, ἄν τέ τις πταίσῃ σφῶν, ἡμῖν ἀπολεῖται, ἄν
27.3 τε καὶ κατορθώσῃ, ἐφʼ ἡμᾶς αὐξηθήσεται. διʼ οὖν ταῦτα καὶ πολιτικῶς καὶ φιλικῶς αὐτοὺς ἡγοῦμαι χρῆναι μεταχειρίσασθαι, καὶ πέμψαι μὲν πρὸς πάντας ὁμοίως κελεύοντας αὐτοῖς ἔκ τε τῶν ὅπλων ἀπαλλαγῆναι καὶ ἐφʼ ἡμῖν h(mi=n H. Steph., u(mi=n L. καὶ ἑαυτοὺς καὶ τὰ στρατόπεδα ποιήσασθαι, πόλεμον δὲ μηδέπω πρὸς μηδένα αὐτῶν ἐξενεγκεῖν, ἀλλʼ ἐκ τῶν ἀπαγγελθησομένων τοὺς μὲν ἐθελήσαντας ἡμῖν πειθαρχῆσαι ἐπαινέσαι, τοῖς δʼ ἀπειθήσασι
27.4 πολεμῆσαι. τοῦτο γὰρ καὶ δίκαιον καὶ συμφέρον ἡμῖν h(mi=n H. Steph., u(mi=n L. ἐστι, μήτε ἐπειχθῆναι μήτε προπετῶς τι πρᾶξαι, ἀλλʼ ἐπισχεῖν, καὶ καιρόν τινα καὶ αὐτοῖς ἐκείνοις καὶ τοῖς στρατιώταις ἐς τὸ μετανοῆσαι δόντας ἔπειθʼ οὕτως, ἂν τοῦ πολέμου δεήσῃ, τοῖς ὑπάτοις αὐτὸν προστάξαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme