Book 46
28.1
καὶ σοὶ δέ, ὦ Κικέρων, παραινῶ μήτε γυναικείως θρασύνεσθαι μήτε τὸν Βαμβαλίωνα μιμεῖσθαι, μηδὲ πολεμοποιεῖν, μήτε διὰ τὴν ἰδίαν πρὸς τὸν Ἀντώνιον ἔχθραν δημοσίᾳ πᾶσαν τὴν πόλιν
28.2
ἐς κίνδυνον αὖθις καθιστάναι. kaqista/nai R. Steph., kaqesta/nai L. καλῶς μὲν γὰρ ποιήσεις, ἂν καὶ ἐκείνῳ συναλλαγῇς μεθʼ οὗ πολλὰ δὴ πολλάκις φιλικὰ ἔπραξας· εἰ δʼ οὖν ἀκαταλλάκτως αὐτῷ ἔχεις, ἀλλʼ ἡμῶν γε φεῖσαι, μηδὲ ἐσηγητὴς ἡμῖν τῆς πρὸς ἀλλήλους φιλίας
28.3
γεγονὼς νῦν αὐτὴν καταλύσῃς, ἀλλὰ ἀναμνησθεὶς τῆς τε ἡμέρας ἐκείνης καὶ τῶν λόγων ὧν ἐν τῷ τῆς Γῆς τεμένει ἐποιήσω, χάρισαί τι καὶ τῇ Ὁμονοίᾳ ταύτῃ παρʼ ᾗ νῦν βουλευόμεθα, ἵνα μὴ καὶ ἐκεῖνα διαβάλῃς ὡς οὐκ ἀπʼ ὀρθῆς διανοίας
28.4
ἀλλʼ ἀπό a)po/ Polak, u(po/ L. τινος ἄλλου τότε λεχθέντα· τοῦτο γὰρ καὶ τῇ πόλει συμφέρει καὶ σοὶ πλείστην δόξαν οἴσει. μὴ γάρ τοι νομίσῃς ὅτι τὸ θρασύνεσθαι ἢ εὐκλεές ἐστιν ἢ ἀσφαλές, μηδʼ ἂν εἴπῃς ὅτι τοῦ θανάτου καταφρονεῖς, καὶ ἐπαινεῖσθαι ἐπὶ τούτῳ
28.5
πιστεύσῃς. τοὺς μὲν γὰρ τοιούτους ὡς καὶ κακὸν ἄν τι ὑπʼ ἀπονοίας a)ponoi/as Bk., a)noi/as L. τολμήσαντας καὶ ὑποπτεύουσι πάντες καὶ μισοῦσιν· οὓς δʼ ἂν ἴδωσι περὶ πλείστου τὴν ἑαυτῶν σωτηρίαν ποιουμένους, καὶ ἐπαινοῦσι καὶ ἐγκωμιάζουσιν ὡς μηδὲν ἂν
28.6
ἑκόντας ἄξιον θανάτου ποιήσαντας. καὶ σὺ οὖν, εἴπερ ὄντως σώζεσθαι τὴν πατρίδα ἐθέλεις, e)qe/leis Bk., qe/leis L. τοιαῦτα καὶ λέγε καὶ πρᾶττε ἐξ ὧν καὶ αὐτὸς σωθήσῃ, μὴ μὰ Δίʼ ἐξ ὧν καὶ ἡμᾶς συναπολεῖς.” sunapolei=s Bs., sunapole/shis L.
29.1
τοιαῦτα τοῦ Καλήνου εἰπόντος ὁ Κικέρων οὐκ ἤνεγκεν· αὐτὸς μὲν γὰρ καὶ ἀκράτῳ καὶ κατακορεῖ τῇ παρρησίᾳ ἀεὶ πρὸς πάντας ὁμοίως ἐχρῆτο, παρὰ δὲ δὴ τῶν ἄλλων οὐκ ἠξίου τὴν ὁμοίαν ἀντιλαμβάνειν. καὶ τότε οὖν ἀφεὶς τὸ τὰ δημόσια διασκοπεῖν ἐς λοιδορίας αὐτῷ κατέστη, ὥστε τὴν ἡμέραν ἐκείνην καὶ διὰ τοῦτο οὐχ ἥκιστα
29.2
μάτην κατατριβῆναι. τῇ δʼ οὖν ὑστεραίᾳ καὶ τῇ τρίτῃ πολλῶν καὶ ἄλλων ἐφʼ ἑκάτερα λεχθέντων ἐκράτησαν οἱ τὰ τοῦ Καίσαρος πράττοντες, καὶ τοῦτο μὲν αὐτῷ ἐκείνῳ καὶ εἰκόνα καὶ τὸ βουλεύειν ἐν τοῖς τεταμιευκόσι, τό τε τὰς ἄλλας ἀρχὰς δέκα ἔτεσι θᾶσσον παρὰ τὸ νενομισμένον