Book 46
32.2
νικήσαντι δουλεύσουσι. συχνοὶ δʼ οὖν καὶ τὰ τοῦ Ἀντωνίου βουλόμενοι, οἱ μὲν ἄντικρυς πρὸς αὐτόν, ἄλλοι τε te Reim., de\ L. καὶ δήμαρχοι στρατηγοί τέ τινες, ἀπῆλθον, οἱ δὲ καὶ κατὰ χώραν μείναντες, ὧν καὶ ὁ Καλῆνος ἦν, ἔπραττον ὑπὲρ αὐτοῦ πάνθʼ ὅσα ἐδύναντο, τὰ μὲν ἐπικρυπτόμενοι, τὰ δὲ καὶ ἐκ
32.3
τοῦ φανεροῦ διαδικαιοῦντες. οὔκουν οὐδὲ τὴν ἐσθῆτα εὐθὺς ἠλλάξαντο, ἀλλὰ καὶ ἔπεισαν αὖθις τὴν γερουσίαν πρέσβεις πρὸς τὸν Ἀντώνιον ἄλλους τε καὶ τὸν Κικέρωνα πέμψαι, πρόφασιν μὲν ὡς καὶ πείσοντα αὐτὸν ὁμολογῆσαι, ἔργῳ δὲ ἵνʼ
32.4
ὑπεξαιρεθῇ σφισι. συννοήσας οὖν τοῦτʼ ἐκεῖνος ἐφοβήθη καὶ οὐκ ἐτόλμησεν ἑαυτὸν ἐς τὰ τοῦ Ἀντωνίου ὅπλα ἐκδοῦναι. κἀκ τούτου οὐδʼ ἄλλος τις τῶν πρεσβευτῶν ἀπῆρεν.
33.1
ἐν ὅσῳ δὲ ταῦτʼ ἐπράττετο, τέρατα αὖθις οὐ σμικρὰ καὶ τῇ πόλει καὶ αὐτῷ τῷ ὑπάτῳ τῷ Οὐιβίῳ *ou)ibi/w| Bk., ou)ioui/wi L; before this sord L has bibi/w|, omitted by Xyl. ἐγένετο. ἐν γὰρ τῇ ἐσχάτῃ ἐκκλησίᾳ, μεθʼ ἣν ἐς τὸν πόλεμον ἐξώρμησεν, ἄνθρωπός τις τὴν νόσον που τὴν ἱερὰν καλουμένην ἔχων δημηγοροῦντός
33.2
τι αὐτοῦ κατέπεσεν· καὶ ἀνδριὰς αὐτοῦ χαλκοῦς ἐν τῷ τῆς οἰκίας προθύρῳ ἑστὼς ἀνετράπη αὐτόματος τῇ ἡμέρᾳ τῇ τε ὥρᾳ ᾗ ἐξεστράτευσεν. τά τε ἱερὰ τὰ προπολέμια οἱ μάντεις οὐκ ἠδυνήθησαν ὑπὸ τοῦ πλήθους τοῦ αἵματος διαγνῶναι· καί τις ἐν τούτῳ φοίνικα αὐτῷ προσφέρων ἔν τε τῷ αἵματι τῷ προκεχυμένῳ ὤλισθε καὶ πεσὼν τὸν φοίνικα ἐμίανεν. ἐκείνῳ μὲν δὴ
33.3
ταῦτʼ ἐγένετο. ἀλλʼ εἰ μὲν ἰδιωτεύοντί οἱ συνενήνεκτο, ἐς μόνον ἂν αὐτὸν ἔτεινεν, ἐπεὶ δʼ ὑπάτευε, καὶ ἐς πάντας ὁμοίως ἤνεγκεν, ὥσπερ τό τε τῆς Μητρὸς τῶν θεῶν ἄγαλμα τὸ ἐν τῷ παλατίῳ ὄν (πρὸς γάρ τοι τὰς τοῦ ἡλίου ἀνατολὰς πρότερον βλέπον πρὸς δυσμὰς ἀπὸ ταὐτομάτου μετεστράφἠ
33.4
καὶ τὸ τῆς Ἀθηνᾶς τὸ πρὸς τῇ Μουτίνῃ, παρʼ ᾗ καὶ τὰ μάλιστα ἐμαχέσαντο, τιμώμενον (αἷμά τε γὰρ πολὺ καὶ μετὰ τοῦτο καὶ γάλα ἀνῆκἐ, καὶ προσέτι καὶ τὸ τοὺς ὑπάτους τὴν ἔξοδον πρὸ τῶν Λατίνων ἀνοχῶν ποιήσασθαι· οὐ γὰρ ἔστιν ὁπότε τούτου γενομένου καλῶς ἀπήλλαξαν.