Book 46
35.1
τῶν γενομένων· καὶ γὰρ καὶ παίδευσις ἐν τούτῳ τὰ μάλιστα εἶναί μοι δοκεῖ, ὅταν τις τὰ ἔργα τοῖς λογισμοῖς ὑπολέγων τήν τε ἐκείνων φύσιν ἐκ τούτων ἐλέγχῃ καὶ τούτους ἐκ τῆς ἐκείνων ὁμολογίας τεκμηριοῖ.
35.2
ἐπολιόρκει μὲν ὁ Ἀντώνιος τὸν Δέκιμον ἐν τῇ Μουτίνῃ ὄντα, ὡς μὲν τἀκριβὲς εἰπεῖν, ὅτι οὐ παρῆκεν αὐτῷ τὴν Γαλατίαν, ὡς δʼ αὐτὸς ἐπλάττετο, ὅτι τῶν τοῦ Καίσαρος σφαγέων ἐγεγόνει. ἐπειδὴ γὰρ οὔτε κόσμον οἱ ἡ ἀληθὴς τοῦ πολέμου αἰτία ἔφερε, καὶ ἅμα καὶ τὰ τοῦ δήμου πρὸς τὸν Καίσαρα ἐπὶ τῇ τοῦ πατρὸς αὐτοῦ τιμωρίᾳ ἀποβλέποντα ἑώρα, τοῦτο τὸ πρόσχημα τοῦ πολέμου
35.3
προεβάλετο. ὅτι γὰρ ἐσκήπτετο αὐτὸ ἵνα τὴν Γαλατίαν κατάσχῃ, καὶ αὐτὸς ἐδήλωσε τόν τε Κάσσιον καὶ τὸν Βροῦτον τὸν Μᾶρκον ὑπάτους ἀποδειχθῆναι αἰτήσας· πρὸς γάρ τοι τὰ ἑαυτοῦ συμφέροντα ἑκάτερον ἐκ τοῦ ἐναντιωτάτου προσεποιεῖτο.
35.4
Καῖσαρ δὲ ἐστράτευτο μὲν ἐπʼ αὐτὸν πρὶν καὶ ψηφισθῆναί οἱ τὸν πόλεμον, οὐ μὴν καὶ ἐπεποιήκει λόγου ἄξιον οὐδέν. μαθὼν δὲ δὴ τὰ δεδογμένα τὰς μὲν τιμὰς ἀπεδέχετο καὶ ἔχαιρεν, ἄλλως τε καὶ ὅτι θύοντι αὐτῷ, ὅτε τὸν κόσμον καὶ τὴν ἐξουσίαν τοῦ στρατηγοῦ ἀνέλαβε, διττὰ τὰ ἥπατα ἐν πᾶσι τοῖς ἱερείοις δώδεκα οὖσιν
35.5
εὑρέθη· τῷ δὲ δὴ καὶ πρὸς τὸν Ἀντώνιον καὶ πρέσβεις καὶ λόγους πεμφθῆναι, ἀλλὰ μὴ οὐκ ἀκήρυκτον εὐθὺς αὐτῷ τὸν πόλεμον ἐπαγγελθῆναι,
35.6
ἤσχαλλε, καὶ μάλισθʼ ὅτι καὶ τοὺς ὑπάτους ἐκείνῳ τε ἰδίᾳ τι περὶ τῆς ὁμονοίας ἐπεσταλκότας, καὶ γράμματα παρʼ αὐτοῦ πρός τινας τῶν βουλευτῶν πεμφθέντα καὶ ἁλόντα τούτοις τε ἀποδόντας καὶ ἑαυτὸν ἀποκρυψαμένους, τόν τε πόλεμον μήτε σπουδῇ μήτε παραχρῆμα τῇ τοῦ
35.7
χειμῶνος προφάσει ποιουμένους ᾔσθετο. οὐ μέντοι ἔχων ὅπως ἐκφήνειεν αὐτά (οὔτε γὰρ ἀλλοτριῶσαί σφας ἤθελεν οὔτʼ αὖ πεῖσαί τι ἢ καὶ βιάσασθαι ἐδύνατὀ ἡσυχίαν καὶ αὐτὸς ἐν τῇ Κορνηλίου ἀγορᾷ χειμάζων ἦγε, μέχρις οὗ περὶ τῷ Δεκίμῳ ἐφοβήθη.