Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 46

37.2 τινὲς βραχεῖαι καὶ ἰσοπαλεῖς ἐγίγνοντο, μέχρις οὗ οἱ Κελτοὶ ἱππῆς, οὓς μετὰ τῶν ἐλεφάντων ὁ Καῖσαρ προσεπεποίητο, πρός τε τὸν Ἀντώνιον αὖθις ἀπέκλιναν, κἀκ τοῦ στρατοπέδου μετὰ τῶν ἄλλων ἐξελθόντες προεξώρμησαν proecw/rmhsan H. Steph., prosecw/rmhsan L. μὲν ὡς καὶ καθʼ ἑαυτοὺς τοῖς ἀντιπροσελάσουσι προσμίξοντες, ὑπέστρεψαν δὲ διʼ ὀλίγου, καὶ παρὰ δόξαν μὴ προσδεχομένοις τοῖς ἐφεπομένοις σφίσι προσπεσόντες
37.3 συχνοὺς αὐτῶν ἀπέκτειναν. καὶ μετὰ ταῦτα προνομεύοντές τινες ἀπʼ ἀμφοτέρων ἐς χεῖρας ἦλθον, κἀκ τούτου καὶ τῶν λοιπῶν ἐπιβοηθησάντων ἑκατέροις μάχη τέ σφων ὀξεῖα ἐγένετο καὶ ἐκράτησεν ὁ Ἀντώνιος. τούτοις τε οὖν ἐπαιρόμενος, καὶ τὸν Οὐίβιον πλησιάζοντα αἰσθόμενος, προσέβαλε πρὸς τὸ ἔρυμα τῶν ἀντικαθεστηκότων, εἴ πως προεξελὼν αὐτὸ ῥᾷον τοῦ
37.4 λοιποῦ πολεμήσειεν. καὶ ἐπειδὴ τά τε ἄλλα πρός τε τὰς συμφορὰς καὶ πρὸς τὴν ἐλπίδα τὴν παρὰ τοῦ Οὐιβίου διὰ φυλακῆς ἐποιοῦντο καὶ οὐκ ἀντεπεξῆγον, κατέλιπε kate/lipe H. Steph., kate/leipe L. καὶ ἐκεῖ μέρος τι τοῦ στρατοῦ, προσμιγνύναι τέ σφισι κελεύσας, ὅπως καὶ αὐτὸς ὅτι μάλιστα παρεῖναι δοκοίη, καὶ ἐπιφυλάττειν ἅμα μή τινες κατὰ νώτου οἱ προσπέσωσι.
37.5 διατάξας τε ταῦτα ἀπῆρε νυκτὸς λαθὼν ἐπὶ τὸν Οὐίβιον ἀπὸ Βονωνίας προσιόντα, καὶ αὐτόν τε ἐνεδρεύσας κατέτρωσε καὶ τοὺς πλείους plei/ous Zon., loipou\s L. τῶν στρατιωτῶν ἀπέκτεινε, τούς τε λοιποὺς ἐς τὰ ταφρεύματα κατέκλεισεν. κἂν ka)\n Bk., kai\ a)\n L. ἐξεῖλεν αὐτούς,
37.6 εἰ καὶ ἐφʼ ὁποσονοῦν προσηδρεύκει σφίσι. νῦν δʼ ἐπειδὴ τῇ πρώτῃ προσβολῇ οὐδὲν ἐπέρανεν, ἐφοβήθη μὴ καὶ χρονίσῃ καί τι ἐν τούτῳ πρὸς τοῦ Καίσαρος καὶ πρὸς τῶν ἄλλων πλεονεκτηθῇ,
37.7 καὶ ἐπʼ ἐκείνους αὖθις ἐτράπετο. καὶ αὐτῷ ὁ Ἵρτιος ἔκ τε τῆς πορείας ἑκατέρας καὶ ἐκ τῆς μάχης πεπονηκότι, καὶ προσέτι καὶ ἐν ἀνελπίστῳ ὄντι μή ποτʼ ἂν πολέμιόν τινα νενικηκότι οἱ προσμῖξαι, ἀπαντήσας πολὺ ἐκράτησεν· ὡς γὰρ ἔγνωσαν τὸ γιγνόμενον, Καῖσαρ μὲν ἐπὶ τῇ τοῦ στρατοπέδου φυλακῇ κατέμεινεν, ἐκεῖνος δὲ ἐπὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme