Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 46

38.1 τὸν Ἀντώνιον ὥρμησεν. ἡττηθέντος δὲ αὐτοῦ αὐτοκράτορες οὐ μόνον ὁ Ἵρτιος ἀλλὰ καὶ ὁ Οὐίβιος, καίπερ κακῶς ἀπαλλάξας, ὅ τε Καῖσαρ, καίτοι μηδὲ μαχεσάμενος, καὶ ὑπὸ τῶν στρατιωτῶν
38.2 καὶ ὑπὸ τῆς βουλῆς ὠνομάσθησαν. τοῖς τε συναγωνισαμένοις σφίσι καὶ τελευτήσασι ταφή τε δημοσία καὶ τὸ τοῖς παισὶ τοῖς τε πατράσιν αὐτῶν πάντα τὰ γέρα, ὅσα ἂν αὐτοὶ ἐκεῖνοι ζήσαντες ἔλαβον, ἀποδοθῆναι ἐψηφίσθη.
38.3 ὡς οὖν ταῦτα ἐγένετο, καὶ Πόντιος Ἀκύλας, ἔκ τε τῶν σφαγέων ὢν καὶ τῷ Δεκίμῳ ὑποστρατηγῶν, Τίτον Μουνάτιον Πλάγκον ἀντιπολεμοῦντα αὐτῷ μάχαις ἐνίκησεν, ὅ τε Δέκιμος βουλευτοῦ τινος αὐτομολήσαντος πρὸς τὸν Ἀντώνιον
38.4 οὐχ ὅσον οὐκ ὀργὴν αὐτῷ ἔσχεν, ἀλλὰ καὶ τὰ σκεύη τά τε ἄλλα ὅσα ἐν τῇ Μουτίνῃ ὑπελέλειπτο πάντα ἀπέπεμψε, κἀκ τούτου οἵ τε στρατιῶται οἱ Ἀντωνίου ἠλλοιοῦντο καὶ τῶν δήμων τινὲς τῶν ὁμοφρονούντων οἱ πρότερον ἐστασίαζον,
38.5 ὁ μὲν Καῖσαρ ὅ τε Ἵρτιος ἐπῄροντό τε ἐπὶ τούτοις, καὶ πρὸς τὸ ἔρυμα τὸ τοῦ Ἀντωνίου προσιόντες προεκαλοῦντο αὐτὸν ἐς χεῖρας, ἐκεῖνος δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ἔπειτʼ ἐπειδὴ δύναμίς τις tis Zon., te L. αὐτῷ παρὰ τοῦ Λεπίδου
38.6 πεμφθεῖσα ἦλθεν, ἀνεθάρσησεν. αὐτὸς μὲν γὰρ ὁ Λέπιδος οὐκ ἀπεσάφησεν ὁποτέροις τὸ στράτευμα πέμψειε· τόν τε γὰρ Ἀντώνιον συγγενῆ ὄντα ἠγάπα, καὶ ὑπὸ τῆς βουλῆς ἐπʼ αὐτὸν ἐκέκλητο, καὶ διά τε ταῦτα, καὶ ἅμα καὶ ἀναχώρησιν ἑαυτῷ πρὸς ἀμφοτέρους σφᾶς προπαρασκευάζων, οὐδὲν σαφὲς Μάρκῳ Σιλανῷ τῷ στρατιάρχῳ
38.7 ἐνετείλατο· ἐκεῖνος δὲ ἀκριβῶς που τὴν γνώμην αὐτοῦ εἰδὼς πρὸς τὸν Ἀντώνιον αὐτοκέλευστος ἀφίκετο. τούτου οὖν ἐπικουρήσαντος αὐτῷ θαρσήσας ἐπεκδρομὴν αἰφνιδίαν ἐποιήσατο, καὶ φόνου παρʼ ἀμφοτέρων πολλοῦ γενομένου τραπεὶς ἔφυγε.
39.1 μέχρι μὲν οὖν τούτων ὁ Καῖσαρ καὶ πρὸς τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς ηὔξετο, κἀκ τούτου τά τε ἄλλα τιμηθήσεσθαι καὶ ὕπατος εὐθὺς ἀποδειχθήσεσθαι προσεδόκα· συνέβη γὰρ τόν τε Ἵρτιον ἐν τῇ τοῦ Ἀντωνιείου *)antwniei/ou Rk., a)ntwni/ou L. στρατοπέδου καταλήψει καὶ τὸν Οὐίβιον ἐκ τῶν τραυμάτων μὴ πολλῷ ὕστερον φθαρῆναι, ὅθεν αἰτίαν τοῦ θανάτου αὐτῶν πρὸς τὴν τῆς ἀρχῆς διαδοχὴν ἔσχεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme