Book 46
39.2
ἡ δὲ γερουσία πρότερον μέν, ἕως ἔτι ἄδηλον ἦν ὁπότερός σφων κρατήσει, krath/sei R. Steph., krath/shi L. πάνθʼ ὅσα ἐν τῷ πρὶν δυναστείας τισὶν ἔξω τῶν πατρίων δοθέντα παρεσκευάκει προκατέλυσαν, prokate/lusan (prokate/lusen' St., proskate/lusan L. ἐπʼ ἀμφοτέροις μέν που ταῦτα ψηφισάμενοι ὡς καὶ προκαταληψόμενοι διʼ αὐτῶν τὸν νικήσοντα, τὴν δὲ αἰτίαν ἐς τὸν ἕτερον
39.3
τὸν ἡττηθησόμενον μέλλοντες ἀναφέρειν. τοῦτο μὲν γὰρ ἀπεῖπον μηδένα ἐπὶ πλείω plei/w R. Steph., plei=on L. χρόνον ἐνιαυτοῦ ἄρχειν, τοῦτο δὲ ἀπηγόρευσαν μήτε τινὰ σίτου ἐπιμελητὴν μήτε τροφῶν ἐπιστάτην ἕνα αἱρεῖσθαι. ἐπειδὴ δὲ τὰ πραχθέντα ἔμαθον, τῇ μὲν τοῦ Ἀντωνίου ἥττῃ ἔχαιρον, καὶ τάς τε στολὰς μετενέδυσαν καὶ ἱερομηνίας ἐπὶ ἑξήκοντα ἡμέρας ἤγαγον, τούς τε συνεξετασθέντας αὐτῷ πάντας ἔν τε πολεμίων μοίρᾳ ἐνόμισαν καὶ τὰς οὐσίας, ὥσπερ που καὶ τὴν αὐτοῦ ἐκείνου, ἀφειλοντο·
40.1
τὸν δὲ δὴ Καίσαρα οὐχ ὅτι μεγάλου τινὸς ἔτʼ ἠξίωσαν, ἀλλὰ καὶ καταλύειν ἐπεχείρησαν, πάνθʼ ὅσα ἐκεῖνος ἤλπιζε λήψεσθαι τῷ Δεκίμῳ δόντες. οὐ γὰρ ὅτι βουθυσίας, ἀλλὰ καὶ ἐπινίκια αὐτῷ ἐψηφίσαντο, τά τε λοιπὰ τοῦ πολέμου καὶ στρατόπεδα ἄλλα τε καὶ τὰ τοῦ Οὐιβίου προσέταξαν·
40.2
τοῖς τε στρατιώταις τοῖς συμπολιορκηθεῖσίν οἱ καὶ ἐπαίνους καὶ τἆλλα ὅσα τοῖς τοῦ Καίσαρος πρότερον προεπήγγελτο, καίπερ μηδὲν ἐς τὴν νίκην συμβαλομένοις sumbalome/nois R. Steph., sumballome/nois L. ἀλλὰ ἀπὸ τῶν τειχῶν αὐτὴν ἰδοῦσι, δοθῆναι ἔγνωσαν. καὶ τὸν Ἀκύλαν ἀποθανόντα ἐν τῇ μάχῃ εἰκόνι ἐτίμησαν· τά τε χρήματα ἃ ἐς τὴν παρασκευὴν τῶν τοῦ Δεκίμου στρατιωτῶν οἴκοθεν ἀναλώκει, τοῖς κληρονόμοις
40.3
αὐτοῦ ἀπέδωκαν. τό τε σύμπαν ὡς εἰπεῖν, ὅσα τῷ Καίσαρι ἐπὶ τὸν Ἀντώνιον ἐγεγόνει, ταῦτα ἐπʼ αὐτὸν ἐκεῖνον ἄλλοις ἐψηφίσθη. καὶ ὅπως γε ἂν μηδʼ ἂν τὰ μάλιστα βουληθῇ τι κακὸν δρᾶσαι καὶ δυνηθῇ, πάντας αὐτῷ τοὺς ἐχθροὺς ἐπήσκησαν· τῷ τε γὰρ Πομπηίῳ τῷ Σέξτῳ τὸ ναυτικὸν καὶ τῷ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν τῷ τε Κασσίῳ τήν τε Συρίαν καὶ τὸν πόλεμον τὸν πρὸς τὸν Δολοβέλλαν ἐνεχείρισαν.