Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 47

arg. τάδε ἔνεστιν ἐν τῇ Δίωνος Ῥωμαϊκῶν τετταρακοστῇ ἑβδόμῃ
arg. α. ὡς Καῖσαρ καὶ Ἀντώνιος καὶ Λέπιδος ἐς Ῥώμην ἐλθόντες σφαγὰς εἰργάσαντο.
arg. β. περὶ Βρούτου καὶ Κασσίου καὶ ὧν ἔπραξαν πρὸ τῆς πρὸς Φιλίπποις *fili/ppois Dind., fi/lippon LM. μάχης.
arg. γ. ὡς Βροῦτος καὶ Κάσσιος ὑπὸ Καίσαρος ἡττήθησαν καὶ ἀπέθανον.
arg. χρόνου πλῆθος τὰ λοιπὰ τῆς Γαΐου Οὐιβίου *ou)ibi/ou Dind., i)oubi/ou LM. Πάνσου καὶ Αὔλου Ἱρτίου ὑπατείας, καὶ ἄλλο ἔτος ἕν, ἐν ᾧ w(=| Reim., oi(=s LM. ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
arg. μ. Αἰμίλιος Μ. υἱ. Λέπιδος τὸ β
arg. λ. Μουνάτιος *l. *mouna/tios Xyl., lm suina/tios LM. λ. υἱ. Πλάγκος. ὕπ.
1.1 ταῦτʼ οὖν συνθέμενοι καὶ συνομόσαντες ἐς τὴν Ῥώμην, δόξῃ μὲν ὡς καὶ πάντες ἀπὸ τῆς ἴσης ἄρξοντες, γνώμῃ δὲ ὡς καὶ αὐτὸς ἕκαστος πᾶν τὸ κράτος ἕξων, ἠπείγοντο, καίπερ ἐναργέστατα μὲν καὶ πρότερον, σαφέστατα δὲ καὶ τότε τὸ μέλλον
1.2 ἔσεσθαι προμαθόντες· τῷ μὲν γὰρ Λεπίδῳ ὄφις τέ τις ξίφει ἑκατοντάρχου περιπλακεὶς καὶ λύκος ἔς τε τὸ στρατόπεδον καὶ ἐς τὴν σκηνὴν δειπνοποιουμένου αὐτοῦ ἐσελθὼν καὶ τὴν τράπεζαν καταβαλὼν τήν τε ἰσχὺν ἅμα καὶ τὴν δυσχέρειαν τὴν ἐπʼ αὐτῇ προεσήμηνεν, τῷ δʼ Ἀντωνίῳ γάλα τε πέριξ περὶ τὸ to\ Xiph., ti LM. τάφρευμα περιρρυὲν καὶ συνῳδία τις νυκτὸς περιηχήσασα τάς τε θυμηδίας καὶ
1.3 τὸν ὄλεθρον τὸν ἀπʼ αὐτῶν προέδειξεν. ἐκείνοις μὲν οὖν ταῦτα πρὶν ἐς τὴν Ἰταλίαν ἐλθεῖν ἐγένετο· τῷ δὲ δὴ Καίσαρι τότε εὐθὺς ἐπὶ ταῖς συνθήκαις ἀετὸς ὑπέρ τε τῆς σκηνῆς αὐτοῦ ἱδρυθείς, καὶ δύο κόρακας προσπεσόντας οἱ τίλλειν τε τῶν πτερῶν πειρωμένους ἀποκτείνας, τὴν νίκην κατʼ ἀμφοτέρων αὐτῶν ἔδωκε.
2.1 καὶ οἱ μὲν οὕτως ἐς τὴν Ῥώμην, πρότερος μὲν ὁ Καῖσαρ, ἔπειτα δὲ καὶ ἐκεῖνοι, χωρὶς ἑκάτερος, μετὰ τῶν στρατιωτῶν ἁπάντων ἦλθον, καὶ παραχρῆμα τὰ δόξαντά σφισι διὰ τῶν δημάρχων
1 / 38 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme