Book 47
6.4
ὅπως γὰρ μηδεὶς στερηθήσεσθαι τῶν ἄθλων φοβηθείς, ὅτι τοὺς ἐπὶ τοῦ Σύλλου φονεύσαντάς τινας ὁ Κάτων ὁ Μᾶρκος ταμιεύσας ἀπῄτησε πάνθʼ ὅσα ἐπʼ αὐτοῖς εἰλήφεσαν, ἧττόν τινα ἀποκτείνῃ, προηγόρευσαν ὅτι οὐδένα αὐτῶν
6.5
ἐς τὰ δημόσια γράμματα ἐσγράψουσι. e)sgra/yousi Reim., e)sgra/fousi LM. τούς tou/s M cod. Peir., tou/tous L. τε οὖν ἄλλους ἑτοιμότερον διὰ τοῦτʼ ἔσφαζον καὶ τοὺς εὐπόρους, εἰ καὶ μηδενὶ αὐτῶν ἀπήχθοντο· παμπόλλων τε γὰρ χρημάτων δεόμενοι, καὶ οὐκ ἔχοντες ὁπόθεν ἄλλοθεν τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπληρώσωσι, κοινήν τινα κατὰ τῶν
6.6
πλουσίων ἔχθραν προσέθεντο. prose/qento M cod. Peir., proe/qento L. καὶ ἄλλα τε διὰ τοῦτο πολλὰ παρενομήθη, parenomh/qh L, parenomi/sqh M, parenemh/qh cod. Peir. καὶ παιδίσκον τινὰ ἐς ἐφήβους ἐσήγαγον, ἵνʼ ὡς ἐς ἄνδρας ἤδη τελῶν ἀποθάνῃ.
7.1
ταῦτα δὲ ἐπράττετο μὲν ὑπό τε τοῦ Λεπίδου καὶ ὑπὸ τοῦ Ἀντωνίου μάλιστα (πρός τε γὰρ τοῦ Καίσαρος τοῦ προτέρου ἐπὶ μακρότατον τιμηθέντες, καὶ ἐν ταῖς ἀρχαῖς ταῖς τε ἡγεμονίαις ἐπὶ πλεῖστον γενόμενοι, πολλοὺς ἐχθροὺς εἶχονʼ,
7.2
ἐδόκει δὲ καὶ ὑπὸ τοῦ Καίσαρος κατὰ τὴν τῆς δυναστείας κοινωνίαν γίγνεσθαι, ἐπεὶ αὐτός γε οὐδέν τι συχνοὺς ἀποκτεῖναι ἐδεήθη· τῇ τε γὰρ φύσει οὐκ ὠμὸς ἦν, καὶ ἐν τοῖς τοῦ πατρὸς ἤθεσιν ἐνετέθραπτο. πρὸς δʼ ἔτι νέος τε ὢν καὶ ἄρτι ἐς τὰ πράγματα παριὼν οὔτʼ ἄλλως ἀνάγκην a)na/gkhn Xiph., a)\n a)na/gkhn LM. πολλοὺς σφοδρῶς μισεῖν εἶχε καὶ φιλεῖσθαι
7.3
ἤθελε. σημεῖον δὲ ὅτι, ἀφʼ οὗ τῆς τε πρὸς ἐκείνους συναρχίας ἀπηλλάγη καὶ τὸ κράτος μόνος ἔσχεν, οὐδὲν ἔτι τοιοῦτον ἔπραξεν. καὶ τότε δὲ οὐχ ὅσον πολλοὺς οὐκ ἔφθειρεν, ἀλλὰ καὶ ἔσωσε πλείστους, τοῖς τε προδοῦσι τοὺς δεσπότας ἢ τοὺς φίλους χαλεπώτατα καὶ τοῖς συναραμένοις sunarame/nois cod. Peir., sunairame/nois LM.