Book 48
13.4
κἀκ τούτου καὶ τὸ ἄστυ, συνεπιθεμένων τοῖς ἔνδοθεν ἀμυνομένοις τῶν προαφιγμένων, proafigme/nwn Leuncl., prosafigme/nwn LM. λαβόντος (οὔτε γὰρ ὁ Λέπιδος ὁ τὴν φυλακὴν αὐτοῦ ἐπιτετραμμένος ἀντέπραξέ τι ὑπὸ τῆς ἐμφύτου νωθείας, οὔτε ὁ Σερουίλιος ὁ ὕπατος ἡσυχαίτερός πως ὤνʼ, πυθόμενος ταῦθʼ ὁ Καῖσαρ τοῖς μὲν Σεντινάταις Κύιντον Σαλουιδιῆνον Ῥοῦφον παρακατέλιπεν,
13.5
αὐτὸς δὲ πρὸς τὴν Ῥώμην ὥρμησε. μαθὼν οὖν τοῦτο ὁ Λούκιος προϋπεξῆλθε, διαπραξάμενος ψηφισθῆναί οἱ ὡς ἐπὶ πολέμῳ τινὶ ἐκστρατεῦσαι· καὶ ἔν γε τῇ στρατιωτικῇ σκευῇ ἐδημηγόρησεν, ὃ μηδεὶς ἄλλος ἐπεποιήκει. καὶ οὕτως ὁ Καῖσαρ ἀμαχεί τε ἐς τὸ ἄστυ ἐσεδέχθη, καὶ ἐπειδὴ ἐπιδιώξας αὐτὸν οὐ κατέλαβεν, ἀνέστρεψεν, καὶ φρουρὰν τῆς πόλεως ἀκριβεστέραν
13.6
ἐποιήσατο. κἀν τούτῳ ὁ Ῥοῦφος, ὡς τάχιστα ἐκεῖνός τε ἀπὸ τῶν Σεντινατῶν ἀπεχώρησε καὶ Γάϊος Φούρνιος ὁ τὸ τεῖχος φρουρῶν ἐπεξῆλθεν ἐπὶ πολὺ διώκων αὐτόν, προσέβαλέ τε ἀπροσδοκήτοις τοῖς ἔνδον οὖσι, καὶ ἑλὼν τὴν πόλιν διήρπασε καὶ κατέκαυσεν. Νουρσῖνοι δὲ ἐς μὲν ὁμολογίαν μηδὲν κακὸν παθόντες ἦλθον, ἐπεὶ μέντοι τοὺς ἐν τῇ μάχῃ τῇ πρὸς τὸν Καίσαρά σφισι γενομένῃ πεσόντας θάψαντες ἐπέγραψαν τοῖς μνημείοις αὐτῶν ὅτι ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζόμενοι ἐτελεύτησαν, παμπόλλοις χρήμασιν ἐζημιώθησαν, ὥστε καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅμα πᾶσαν ἐκλιπεῖν.
14.1
καὶ οἱ μὲν ταῦτʼ ἔπραττον, ὁ δὲ Λούκιος ὡς τότε ἐκ τῆς Ῥώμης ἀπῆρεν, ὥρμησε μὲν ἐς τὴν Γαλατίαν, εἰρχθεὶς δὲ τῆς ὁδοῦ πρὸς Περουσίαν Τυρσηνίδα πόλιν ἀπετράπετο· καὶ αὐτὸν ἐνταῦθα πρότεροι μὲν οἱ ὕπαρχοι τοῦ Καίσαρος, ἔπειτα δὲ καὶ αὐτὸς ἐκεῖνος ἀπολαβόντες ἐπολιόρκουν.
14.2
χρονίου δὲ δὴ τῆς προσεδρείας σφίσι γιγνομένης (τό τε γὰρ χωρίον τῇ τε φύσει καρτερόν ἐστι καὶ τοῖς ἐπιτηδείοις ἱκανῶς παρεσκεύαστο, καὶ ἱππῆς προεκπεμφθέντες proekpemfqe/ntes H. Steph., prosekpemfqe/ntes LM. ὑπʼ αὐτοῦ, πρὶν παντελῶς περιστοιχισθῆναι, δεινῶς σφας ἐλύπουν, καὶ προσέτι καὶ ἕτεροι πολλοὶ σπουδῇ ἄλλος ἄλλοθεν ἐπήμυνον