Book 48
41.5
αὐτῆς ἐκφοβήσας, ἀπόνως κατέσχε. καὶ ὁ μὲν ταῦτά τε διῆγε, καὶ χρήματα πολλὰ μὲν παρὰ τῶν ἄλλων ὡς ἑκάστων, πολλὰ δὲ καὶ παρὰ τοῦ Ἀντιγόνου τοῦ τε Ἀντιόχου καὶ Μάλχου τοῦ Ναβαταίου, ὅτι τῷ Πακόρῳ συνήραντο, ἐσέπραξε. καὶ αὐτὸς μὲν οὐδὲν ἐπʼ αὐτοῖς παρὰ τῆς βουλῆς, ἅτε οὐκ αὐτοκράτωρ ὢν ἀλλʼ ἑτέρῳ ὑποστρατηγῶν, εὕρετο, ὁ δὲ Ἀντώνιος καὶ ἐπαίνους καὶ
41.6
ἱερομηνίας ἔλαβεν. οἵ γε μὴν Ἀράδιοι δείσαντες μὴ καὶ δίκην ὧν ἐς τὸν Ἀντώνιον ἐτετολμήκεσαν ὑπόσχωσιν, ἐκείνῳ μέν, καίτοι χρόνον ὑπʼ αὐτοῦ πολιορκηθέντες, οὐ προσεχώρησαν, ὕστερον δὲ ὑπʼ ἄλλων μόλις ποτὲ ἑάλωσαν.
41.7
κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον L has lost one folio at this point, resuming sith xwri\s (chap. 44, 3). ἐγένετο μὲν καὶ ἐν Ἰλλυριοῖς e)n *)illurioi=s Heringa, e)niauri/ois M. τοῖς Παρθινοῖς *parqinoi=s Bs., parqhnoi=s M. κίνησις, καὶ αὐτὴν ὁ Πωλίων μάχαις ἔπαυσεν, ἐγένετο
42.1
δὲ καὶ ἐν Ἰβηρίᾳ Κερητανῶν, *kerhtanw=n R. Steph., kairhtanw=n M. καὶ αὐτοὺς ὁ Καλουῖνος *kaloui=nos H. Steph., kalouh=nos M. κατεστρέψατο, προκατορθώσας τέ τι καὶ προδυστυχήσας διὰ τοῦ ὑποστρατήγου λοχισθέντος τε ὑπὸ τῶν βαρβάρων καὶ ἐγκαταλειφθέντος e)gkataleifqe/ntos R. Steph., e)gkatalhfqe/ntos M.
42.2
ὑπὸ τῶν στρατιωτῶν. καὶ οὐ πρότερόν γε ἐπεχείρησε τοῖς πολεμίοις πρὶν ἐκείνους τιμωρήσασθαι· συγκαλέσας γὰρ αὐτοὺς ὡς καὶ ἐπʼ ἄλλο τι τῷ λοιπῷ στρατῷ περιέσχε, καὶ δύο τε ἑκατονταρχίας ἐδεκάτευσε, καὶ ἑκατοντάρχους συχνούς, ἄλλους τε καὶ τὸν ἐν τῷ πρώτῳ πίλῳ
42.3
καλουμένῳ στρατευόμενον, ἐκόλασε. ταῦτα δὲ ποιήσας ὥστε καὶ ὄνομα κατὰ τὸν Κράσσον τὸν Μᾶρκον ἐπὶ τῇ τοῦ στρατοῦ δικαιώσει λαβεῖν, πρός τε τοὺς ἐναντίους ὥρμησε καὶ οὐ χαλεπῶς
42.4
αὐτοὺς κατειργάσατο. τυχών τε τῶν ἐπινικίων καίτοι τῆς Ἰβηρίας τῷ Καίσαρι προστεταγμένης (πρὸς γὰρ τὰς τῶν κρατούντων βουλήσεις καὶ αἱ τιμαὶ τοῖς ὑποστρατηγοῦσί σφισιν ἐγίγνοντὀ, τό τε χρυσίον τὸ παρὰ τῶν πόλεων ἐς αὐτὰ εἰωθὸς δίδοσθαι ἐκ μόνων τῶν Ἰβηρικῶν ἔλαβε, καὶ ἀπʼ αὐτοῦ τὸ μέν τι ἐς τὴν ἑορτὴν ἀνάλωσε,