Book 48
45.1
ἐν μὲν δὴ τῇ πόλει ταῦτα tau=ta L, tau=t' M. ἐγίγνετο, ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον ὁ Βογούας ὁ Μαῦρος ἐς τὴν Ἰβηρίαν, εἴτʼ οὖν κατʼ ἐντολὴν τοῦ Ἀντωνίου εἴτε καὶ ἀφʼ ἑαυτοῦ γνώμης, πλεύσας, πολλὰ μὲν ἐλυμήνατο πολλὰ δὲ καὶ ἀντέπαθε,
45.2
κἀν τούτῳ τῶν οἴκοι τῶν περὶ τὴν Τίγγιν *ti/ggin Xyl., gi/ttin LM *(te/ggis M in lx. 9, 5). ἐπαναστάντων αὐτῷ τῆς τε Ἰβηρίας ἐξέστη καὶ τὴν οἰκείαν οὐκ ἐκομίσατο· οἵ τε γὰρ τὰ τοῦ Καίσαρος ἐν τῇ Ἰβηρίᾳ πράσσοντες καὶ ὁ Βόκχος προσγενόμενός σφισι κρείττους αὐτοῦ ἐγένοντο.
45.3
καὶ ἐκεῖνος μὲν πρὸς τὸν Ἀντώνιον ἀπῆλθεν, ὁ δὲ δὴ Βόκχος τὴν βασιλείαν αὐτοῦ αὐτίκα τε κατέσχε καὶ μετὰ τοῦτο καὶ παρὰ τοῦ Καίσαρος ἐβεβαιώσατο· τοῖς τε Τιγγιτανοῖς πολιτεία ἐδόθη.
45.4
ἐν δὲ τούτῳ, καὶ ἔτι πρότερον, καὶ ὁ Σέξτος ὅ τε Καῖσαρ ἐπολέμησαν· οἷα γὰρ οὐκ ἐθελονταὶ οὐδʼ ἐκ προαιρέσεως ἀλλὰ ἀναγκαστοὶ τὴν ὁμολογίαν πεποιημένοι, χρόνον οὐδένα αὐτῇ ὡς εἰπεῖν ἐνέμειναν, ἀλλʼ εὐθὺς τὰς σπονδὰς λύσαντες διηνέχθησαν.
45.5
ἔμελλον μὲν γάρ που καὶ ἄλλως, εἰ καὶ μηδεμίαν σκῆψιν εὗρον, πολεμήσειν· αἰτίαι δʼ οὖν αἵδε αὐτοῖς ἐγένοντο. ὁ Μηνᾶς ἐν τῇ Σαρδοῖ καὶ τότε ἔτι καθάπερ τις στρατηγὸς ὢν ὑπωπτεύθη τε ὑπὸ τοῦ Σέξτου διὰ τὴν τοῦ Ἑλένου ἄφεσιν καὶ ὅτι καὶ τῷ Καίσαρι ἐκεκοινολόγητο, καί πῃ καὶ ὑπὸ τῶν ὁμοίων φθόνῳ τῆς
45.6
δυναστείας διεβλήθη. κἀκ τούτου μεταπεμφθεὶς ὑπʼ αὐτοῦ, πρόφασιν ὅπως περί τε τοῦ σίτου καὶ περὶ τῶν χρημάτων ὧν διῳκήκει ἀπολογίσηται, a)pologi/shtai Bk., a)pologh/shtai LM. οὐχ ὑπήκουσεν, ἀλλὰ τοὺς κατὰ kata\ Bs., meta\ LM. τοῦτο πεμφθέντας συλλαβὼν ἀπέκτεινε, πρός τε τὸν Καίσαρα προκηρυκευσάμενος τήν τε νῆσον αὐτῷ καὶ τὸ ναυτικὸν τό τε ἄλλο στράτευμα καὶ ἑαυτὸν παρέδωκε.
45.7
καὶ αὐτὸν ἐκεῖνος ἀσμένως ἰδών, ἐπειδὴ καὶ τὸν Σέξτον τούς τε αὐτομολοῦντας παρὰ τὰ συγκείμενα ὑποδέχεσθαι καὶ ναυπηγίαν τριήρων ποιεῖσθαι ἔν τε τῇ Ἰταλίᾳ φρουρὰς ἔχειν ἔλεγεν. οὔτε ἐξέδωκεν ἐξαιτηθέντα καὶ προσέτι καὶ ἐν τιμῇ μεγάλῃ ἤγαγε δακτυλίοις τε χρυσοῖς ἐκόσμησε