Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 49

arg. τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἐνάτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
arg. α. ὡς Καῖσαρ Σέξτον *se/cton, *se/ctos, *se/ctou Dind., se/cston, se/cstos, se/cstou LM (as usual'. ἐνίκησε καὶ Λέπιδον καθεῖλεν.
arg. β. ὡς Οὐεντίδιος Πάκορον νικήσας ἀπέκτεινεν καὶ τοὺς Πάρθους
arg. ὑπὲρ τὸν Εὐφράτην ἐξήλασεν.
arg. γ. ὡς Ἀντώνιος ὑπὸ Πάρθων ἡττήθη.
arg. δ. ὡς Καῖσαρ Παννονίους κατεστρέψατο.
arg. ε. ὡς Ἀντώνιος Ἀρταουάσδην τὸν Ἀρμενίων βασιλέα ἀπατήσας εἷλεν.
arg. ζ. ὡς ἡ Παύλου στοὰ καθιερώθη.
arg. η. ὡς Μαυριτανία ἡ περὶ Καισύρειαν Ῥωμαίων ἐγένετο.
arg. χρόνου πλῆθος ἔτη τέτταρα ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
arg. λ. Γέλλιος Λ. υἱ. Ποπλικόλας *popliko/las R. Steph., popliko/llas LM.
arg. μ. Κοκκήιος *kokkh/ios Leuncl., ko/kkios LM (and so belos'. υἱ. ui(. added by Bs. Νέρουας *ne/rouas R. Steph., ne/rbas LM. ὕπ.
arg. λ. Κορνουφίκιος Λ. υἱ.
arg. Σέξτος *se/cton, *se/ctos, *se/ctou Dind., se/cston, se/cstos, se/cstou LM (as usual'. Πομπήιος *pomph/ios Xyl., po/ppios LM. Σέξτου *se/cton, *se/ctos, *se/ctou Dind., se/cston, se/cstos, se/cstou LM (as usual'. υἱ. ὕπ. u(/p. Added by Bs.
arg. μ. Ἀντώνιος Μ. υἱ. τὸ β
arg. λ. Σκριβώνιος Λ. υἱ. Λίβων ὕπ.
arg. Καῖσαρ τὸ β
arg. λ. *l. L, om M. Οὐολκάκιος Λ. υἱ. Τοῦλλος ὕπ.u(/p. Added by Bs.
1.1 ἐν μὲν οὖν τῷ χειμῶνι ἐν ᾧ Λούκιός τε Γέλλιος καὶ Κοκκήιος Νέρουας ὑπάτευσαν, ταῦθʼ οὕτως ἐγένετο· Καῖσαρ δέ, ὡς τό τε ναυτικὸν ἡτοίμαστο καὶ τὸ ἔαρ ἐνέστη, ἦρέ τε ἐκ τῶν Βαιῶν καὶ παρὰ τὴν Ἰταλίαν ἐκομίζετο, ἐλπίδα οὐκ ἐλαχίστην ἔχων ἁπανταχόθεν πέριξ τὴν Σικελίαν περισχήσειν. αὐτός τε γὰρ πολλαῖς ναυσὶν ἐπέπλει, καὶ αἱ τοῦ Ἀντωνίου ἐς τὸν πορθμὸν ἤδη παρῆσαν· ὅ τε Λέπιδος ἄκων μέν,
1.2 ὑπέσχητο δʼ οὖν αὐτῷ βοηθήσειν. μέγιστον δὲ τῷ τε ὕψει τῶν σκαφῶν καὶ τῇ παχύτητι τῶν ξύλων ἐθάρσει· ὑπερπαχῆ τε γὰρ καὶ ὑπερμεγέθη κατεσκευάσθη, ὥστε ἐπιβάτας τε πλείστους ὅσους ἄγειν (καὶ γὰρ πύργους ἔφερον, ὅπως ὥσπερ ἀπὸ τείχους ἐξ ὑπερδεξίων ἀγωνίζωνταἰ καὶ αὐτὰ πρός τε τὰς ἐμβολὰς τῶν ἐναντίων ἀντέχειν, καὶ τοὺς ἐμβόλους αὐτῶν, ἅτε καὶ βιαιοτέραν τὴν σύγκρουσιν ποιουμένων, ἀποστρέφειν.
1 / 36 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme