Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 49

16.1 τῷ μὲν οὖν Καίσαρι ταῦτα παρὰ τῆς βουλῆς ἐδόθη, αὐτὸς δὲ τόν τε Μεσσάλαν τὸν Οὐαλέριον, ὃν πρότερον ἐν ταῖς προγραφαῖς ἐτεθανατώκει, ἐς τοὺς οἰωνιστὰς ὑπὲρ τὸν ἀριθμὸν ἐσέγραψε, καὶ τοὺς Οὐτικησίους πολίτας ἐποιήσατο, τήν τε ἐσθῆτα τὴν ἁλουργῆ μηδένα ἄλλον ἔξω τῶν βουλευτῶν τῶν ἐν ταῖς ἀρχαῖς ὄντων ἐνδύεσθαι ἐκέλευσεν· ἤδη γάρ τινες καὶ τῶν τυχόντων αὐτῇ ἐχρῶντο.
16.2 κἀν τῷ αὐτῷ τούτῳ ἔτει οὔτʼ ἀγορανόμος τις ἀπορίᾳ τῶν αἱρεθησομένων ἐγένετο, ἀλλʼ οἱ στρατηγοὶ οἵ τε δήμαρχοι τὰ προσήκοντα αὐτοῖς ἔπραξαν, οὔτε πολίαρχος ἐς τὰς ἀνοχὰς ἀπεδείχθη, ἀλλʼ ἐκ τῶν στρατηγῶν τινες τὰ ἐπιβάλλοντα αὐτῷ διήγαγον. τά τε ἄλλα τὰ ἐν τῇ πόλει τῇ τε λοιπῇ Ἰταλίᾳ Γάιός τις Μαικήνας, ἀνὴρ ἱππεύς, καὶ τότε καὶ ἔπειτα ἐπὶ πολὺ διῴκησεν.
17.1 ὁ δὲ δὴ Σέξτος ἔκ τε τῆς Μεσσήνης ἐξαναχθεὶς καὶ τὴν δίωξιν φοβηθείς, προδοσίαν τέ τινα ἀπὸ τῶν συνακολουθούντων οἱ ἔσεσθαι ὑποτοπήσας, προεῖπε μέν σφισιν ὡς διὰ πελάγους τὸν πλοῦν
17.2 ποιησόμενος, ἀποσβέσας δὲ τὸ φῶς ὃ ἐν τοῖς νυκτερινοῖς πλοῖς ploi=s R. Steph., ploi/ois LM. αἱ στρατηγίδες νῆες, ὅπως καὶ αἱ λοιπαὶ κατὰ πόδας αὐτῶν ἐφέπωνται, προδεικνύουσι, παρά τε τὴν Ἰταλίαν παρέπλευσε, καὶ διαβαλὼν diabalw\n Leuncl., dialabw\n LM. ἐπὶ Κέρκυραν *ke/rkuran R. Steph., ko/rkuran LM (here only'. ἐς Κεφαλληνίαν ἐκεῖθεν ἦλθε· κἀνταῦθα καὶ οἱ ἄλλοι κατὰ τύχην ὑπὸ χειμῶνος ἐκπεσόντες αὖθις αὐτῷ συνεγένοντο.
17.3 συγκαλέσας οὖν αὐτοὺς τήν τε σκευὴν τὴν στρατηγικὴν strathgikh\n Zon., stratiwtikh\n LM. ἀπεδύσατο, καὶ εἰπὼν ἄλλα τε καὶ ὅτι ἀθρόοι μὲν ὄντες οὔτʼ ὠφελίαν τινὰ ἀλλήλοις διαρκῆ παρέξουσιν οὔτε λήσουσι, σκεδασθέντες δὲ ῥᾴω τὴν διάφευξιν ποιήσονται, παρῄνεσέ σφισιν ἰδίᾳ καὶ καθʼ ἑαυτὸν ἑκάστῳ τῆς σωτηρίας προσκοπῆσαι.
17.4 κἀκ τούτου πεισθέντων οἱ τῶν πλειόνων, καὶ ἄλλων ἄλλοσε ἀποχωρησάντων, αὐτὸς ἐς τὴν Ἀσίαν μετὰ τῶν λοιπῶν ἐπεραιώθη, γνώμην ἔχων πρὸς τὸν Ἀντώνιον εὐθὺς ὁρμῆσαι. γενόμενος δὲ ἐν Λέσβῳ, καὶ ἐκεῖνόν τε ἐπὶ Μήδους ἐστρατευκέναι καὶ τὸν Καίσαρα καὶ τὸν Λέπιδον πεπολεμῶσθαι μαθών, διενοεῖτο μὲν κατὰ χώραν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme