Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 49

24.5 τινα ἀπάτην ἐπʼ αὐτοὺς παρεσκευάζετο. ἐκεῖνόν τε οὖν ἀφῆκεν ὡς καὶ τὰ τῶν Πάρθων οἱ προσποιήσοντα, καὶ πρέσβεις μετʼ αὐτοῦ πρὸς τὸν Φραάτην ἔπεμψε. καὶ λόγῳ μὲν τὴν εἰρήνην ἔπραττεν ἐπὶ τῷ τά τε σημεῖα καὶ τοὺς αἰχμαλώτους τοὺς ἐν τῇ τοῦ Κράσσου συμφορᾷ ἁλόντας κομίσασθαι, ἵνα ἀπαράσκευον τὸν βασιλέα διὰ τὴν τῆς συμβάσεως ἐλπίδα λάβῃ, ἔργῳ δὲ τὰ τοῦ πολέμου πάντα ἡτοιμάζετο.
25.1 καὶ ἦλθε μέχρι τοῦ Εὐφράτου, νομίζων ἔρημον αὐτὸν φρουρᾶς εἶναι· ἐπεὶ μέντοι πάντα τὰ ταύτῃ διὰ φυλακῆς ἀκριβοῦς ὄντα εὗρεν, ἐκεῖθεν μὲν ἀπετράπετο, ἐπὶ δὲ τὸν τῶν Μήδων βασιλέα Ἀρταουάσδην τῷ τῆς Ἀρμενίας τῆς μείζονος βασιλεῖ, ὁμωνύμῳ τέ οἱ καὶ ἐχθρῷ ὄντι, πεισθεὶς στρατεῦσαι πρὸς τὴν Ἀρμενίαν εὐθὺς ὥσπερ εἶχεν
25.2 ἐχώρησε, καὶ μαθὼν ἐνταῦθα τὸν Μῆδον πολὺ polu\ Xyl., polu\n LM. ἀπὸ τῆς οἰκείας ἐπὶ τῇ τοῦ Πάρθου συμμαχίᾳ ἀπηρκότα, τὰ μὲν σκευοφόρα καὶ τοῦ στρατοῦ μέρος μετʼ Ὀππίου Στατιανοῦ ὑπελίπετο, u(peli/peto Bk. (so Zon. cod. A), u(pelei/peto LM, Zon. Bc. ἐπακολουθεῖν σφας κελεύσας, αὐτὸς δὲ τούς τε ἱππέας καὶ τοῦ πεζοῦ τὸ κράτιστον λαβὼν ἠπείχθη ὡς καὶ αὐτοβοεὶ πάντα τὰ τῶν ἐναντίων αἱρήσων,
25.3 καὶ τοῖς Πραάσποις τῷ βασιλείῳ αὐτῶν προσπεσὼν χώματά τε ἔχου καὶ προσβολὰς ἐποιεῖτο. πυθόμενοι δὲ ταῦτα ὅ τε Πάρθος καὶ ὁ Μῆδος ἐκεῖνον μὲν μάτην εἴων πονεῖσθαι (τά τε γὰρ τείχη ἰσχυρὰ ἦν καὶ συχνοὶ ἀπʼ αὐτῶν ἠμύνοντὀ,
25.4 τῷ δὲ δὴ Στατιανῷ ἀπροσδοκήτῳ τε ἐν τῇ πορείᾳ καὶ κεκμηκότι προσπεσόντες πάντας, πλὴν τοῦ Πολέμωνος τοῦ ἐν τῷ Πόντῳ βασιλεύοντος καὶ τότε συστρατεύοντος αὐτῷ, ἐφόνευσαν· τοῦτον γὰρ δὴ μόνον καὶ ἐζώγρησαν καὶ ἀπέλυσαν χρήματα λαβόντες.
25.5 ἠδυνήθησαν δὲ ταῦτα πρᾶξαι, ὅτι ὁ μὲν Ἀρμένιος οὐ παρεγένετο τῇ μάχῃ, ἀλλὰ καὶ δυνηθεὶς ἄν, ὥς φασί τινες, ἐπικουρῆσαι τοῖς Ῥωμαίοις οὔτε τοῦτʼ ἐποίησεν οὔτε πρὸς τὸν Ἀντώνιον ἀφίκετο,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme