Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 49

27.3 ἀνέλπιστοι. προσκαθημένου δʼ οὖν καὶ ὣς αὐτοῦ τῇ πόλει, δείσας ὁ Φραάτης μὴ καὶ κακόν τι αὐτὴν ἐν τῷ χρόνῳ, ἤτοι καθʼ ἑαυτὸν τρόπον τινὰ ἢ καὶ συμμαχίαν ποθὲν προσλαβών, ἐργάσηται, ἔπεισεν αὐτόν, ὑποπέμψας τινάς, ἐπικηρυκεύσασθαί οἱ ὡς καὶ ῥᾷστα τῶν σπονδῶν τευξόμενον.
27.4 κἀκ τούτου τοῖς τε πεμφθεῖσιν ὑπʼ αὐτοῦ ἐχρημάτισεν ἐπί τε χρυσοῦ δίφρου καθήμενος καὶ τὴν νευρὰν τοῦ τόξου ψάλλων, καὶ καταδραμὼν αὐτοὺς πολλὰ τέλος τὴν εἰρήνην, ἄν γε παραχρῆμα ἀποστρατοπεδεύσωνται, δώσειν ὑπέσχετο.
27.5 ἀκούσας οὖν τοῦτο ὁ Ἀντώνιος, καὶ φοβηθείς τε ἅμα τὴν μεγαλαυχίαν αὐτοῦ, καὶ πιστεύσας ὅτι, ἄν που μεταστῇ, σπείσεται, ἀπανέστη, μηδὲν τῶν ἐς τὴν πολιορκίαν παρεσκευασμένων pareskeuasme/nwn R. Steph., paraskeuasme/nwn LM. ὡς καὶ ἐν φιλίᾳ φθείρας.
28.1 ποιήσαντος δὲ αὐτοῦ τοῦτο καὶ τὰς σπονδὰς προσδεχομένου, οἵ τε Μῆδοι καὶ τὰ μηχανήματα κατέκαυσαν καὶ τὰ χώματα διεσκέδασαν, καὶ οἱ Πάρθοι λόγον μὲν οὐδένα ὑπὲρ τῆς εἰρήνης αὐτῷ ἔπεμψαν, προσπεσόντες δὲ αἰφνίδιοι πολλὰ καὶ
28.2 δεινὰ εἰργάσαντο. ὡς οὖν ἔμαθεν ὅτι ἠπάτηται, πρεσβεύσασθαι μὲν οὐκέτʼ ou)ke/t' M, ou)k L. ἐτόλμησεν (οὔτε γὰρ ἐπὶ μετρίοις τισὶ καταλύσεσθαι προσεδόκησε, καὶ τοὺς στρατιώτας ἐς ἀθυμίαν ἐκ τῆς τῶν σπονδῶν διαμαρτίας ἐμβαλεῖν οὐκ ἠθέλησενʼ, ἐπειχθῆναι δέ, ἐπειδήπερ ἅπαξ ἐξανειστήκει, ἐς τὴν Ἀρμενίαν
28.3 ἔγνω. καὶ ἑτέραν τινὰ ὁδὸν (ἣν γὰρ ἦλθον, ἀποκεκλεῖσθαί σφισι παντελῶς ἐνόμιζονʼ ἰόντες e)no/mizon i)o/ntes Dind., nomi/zontes LM. πολλὰ καὶ ἄτοπα ἔπαθον. ἔς τε γὰρ χωρία ἄγνωστα ἐσπίπτοντες ἐσφάλλοντο, καὶ προσέτι καὶ οἱ βάρβαροι τὰ στενόπορα αὐτῶν προκαταλαμβάνοντες τὰ μὲν ἀπέσκαπτον τὰ δὲ ἀπεσταύρουν, τήν τε ὑδρείαν πανταχοῦ ἐδυσχέραινον καὶ τὰς
28.4 νομὰς ἐξέτριβον· καὶ εἴγε που κατὰ τύχην διʼ ἐπιτηδειοτέρων τινῶν τόπων χωρήσειν ἔμελλον, ἐκείνων μέν σφας ὡς καὶ προκατειλημμένων ψευδαγγελίαις ἀπέτρεπον, ἑτέρας δʼ ὁδοὺς προλελοχισμένας ἰέναι ἐποίουν, ὥστε πολλοὶ μὲν ἐν τῷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme