Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 49

30.3 συντάξεως γίγνεσθαι. οὕτω γάρ τοι δεινῶς ἰσχυρίζεται ὥστε καὶ βαδίζειν τινὰς ἐπάνωθεν αὐτῆς, καὶ προσέτι καὶ ἵππους καὶ ὀχήματα, ὁσάκις ἂν ἐν κοίλῳ τινὶ καὶ στενῷ χωρίῳ γένωνται, ἐνελαύνεσθαι. τοιοῦτον μὲν δὴ τὸ σχῆμα τῆς τάξεως ταύτης ἐστί, καὶ διὰ τοῦτο καὶ τὴν τῆς χελώνης ἐπίκλησιν, πρός τε τὸ ἰσχυρὸν καὶ πρὸς τὸ εὐσκέπαστον
30.4 αὐτῆς, εἴληφε. χρῶνται δὲ αὐτῇ διχῇ· ἢ γὰρ πρὸς φρούριόν τι προσμίσγοντες προσπορεύονται, καὶ πολλάκις καὶ ἐπʼ αὐτὸ τὸ τεῖχος ἀναβιβάζουσί τινας, ἢ ὑπὸ τοξοτῶν ποτε περιστοιχισθέντες κυπτάζουσι πάντες ἅμα (καὶ γὰρ καὶ kai\ Xiph., om. LM. οἱ ἵπποι ὀκλάζειν καὶ κατακλίνεσθαι διδάσκονταἰ, κἀν τούτῳ δόκησίν σφισιν ὡς καὶ κεκμηκότες παρασχόντες ἐξεγείρονταί τε πελασάντων αὐτῶν ἐξαίφνης, καὶ ἐς ἔκπληξίν σφας καθιστᾶσιν.
31.1 ἡ μὲν οὖν χελώνη αὕτη τοιουτότροπός ἐστιν, Ἀντώνιος δὲ ὑπὸ μὲν τῶν πολεμίων οὐκέτʼ οὐδὲν δεινὸν ἔπαθεν, ὑπὸ δὲ δὴ τοῦ ψύχους ἰσχυρῶς ἐταλαιπώρησεν· χειμών τε γὰρ ἤδη ἦν, καὶ ἡ Ἀρμενία ἡ ἐν τοῖς ὄρεσι, διʼ ὧνπερ καὶ μόνων ἀγαπητῶς ἐπορεύθη, κρυσταλλώδης ἀεί ποτέ ἐστι. τά τε τραύματα, ἃ πολλὰ εἶχον, ἐνταῦθα δὴ καὶ
31.2 μάλιστα αὐτοῖς συνεπέθετο. ὅθενπερ συχνῶν μὲν ἀπολλυμένων συχνῶν δὲ καὶ ἀπομάχων γιγνομένων, οὐκ ἤνεγκε τὴν καθʼ ἕκαστον αὐτῶν πύστιν, ἀλλὰ ἀπηγόρευσε μηδὲν τοιοῦτο μηδένα οἱ ἀγγέλλειν. καὶ τόν τε Ἀρμένιον, καίτοι ἐν ὀργῇ τε ὅτι ἐγκατέλιπέ σφας ἔχων καὶ τιμωρήσασθαι ἐπιθυμῶν, καὶ ὑπῆλθε καὶ ἐθεράπευσεν, ἵνα τά τε
31.3 ἐπιτήδεια καὶ χρήματα παρʼ αὐτοῦ λάβῃ· καὶ τέλος, ὡς οὔτʼ ἀρκέσαι πρὸς πλείω πορείαν οἱ στρατιῶται, καὶ ταῦτʼ ἐν χειμῶνι, ἐδύναντο, καὶ ἅμα καὶ μάτην ταλαιπωρήσειν ἔμελλον (ὑποστρέψαι γὰρ ἐς τὴν Ἀρμενίαν οὐκ ἐς μακρὰν ἐνενόεἰ, πολλὰ μὲν ἐθώπευσεν αὐτόν, πολλὰ δὲ καὶ καθυπέσχετο αὐτῷ, ὅπως σφίσι χειμάσαι κατὰ χώραν ἐπιτρέψῃ, λέγων ὅτι τῷ ἦρι ἐπὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme