Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 49

36.6 τῶν δὲ δὴ Ἑλλήνων τινὲς τἀληθὲς ἀγνοήσαντες Παίονάς σφας προσεῖπον, ἀρχαίου μέν που τοῦ προσρήματος τούτου ὄντος, οὐ μέντοι καὶ ἐκεῖ, ἀλλʼ ἔν τε τῇ Ῥοδόπῃ καὶ πρὸς αὐτῇ τῇ Μακεδονίᾳ τῇ νῦν μέχρι τῆς θαλάσσης. ὑφʼ οὗπερ καὶ ἐγὼ ἐκείνους μὲν Παίονας τούτους δὲ Παννονίους, ὥσπερ που καὶ αὐτοὶ ἑαυτοὺς καὶ Ῥωμαῖοί σφας καλοῦσι, προσαγορεύσω.
37.1 ἐπὶ οὖν τούτους ὁ Καῖσαρ τότε στρατεύσας τὸ μὲν πρῶτον οὔτε τι ἐδῄου οὔτε τι ἥρπαζε, καίπερ καὶ τὰς κώμας αὐτῶν τὰς ἐν τοῖς πεδίοις ἐκλιπόντων· ἤλπιζε γὰρ ἐθελοντὰς αὐτοὺς ὑπάξεσθαι· u(pa/cesqai Pflugk, e)pa/cesqai LM. ὡς δὲ w(s de\ R. Steph., w(=de LM. καὶ προχωροῦντα αὐτὸν πρὸς Σισκίαν *siski/an Leuncl. seiski/an LM. ἐλύπησαν, ὠργίσθη καὶ τήν τε χώραν σφῶν ἔκαιε
37.2 καὶ πάνθʼ ὅσα ἐδύνατο λείαν ἐποιεῖτο. πλησιάσαντος δʼ αὐτοῦ τῇ πόλει οἱ ἐπιχώριοι παραυτίκα μὲν ὑπὸ τῶν δυνατῶν ἀναπεισθέντες ὡμολόγησάν τε αὐτῷ καὶ ὁμήρους ἔδοσαν, μετὰ δὲ τοῦτο τάς τε πύλας ἀπέκλεισαν καὶ ἐς πολιορκίαν κατέστησαν. εἶχον μὲν γὰρ καὶ τείχη ἰσχυρά, τὸ δʼ ὅλον ποταμοῖς
37.3 δύο ναυσιπόροις ἐθάρσουν. ὁ γὰρ Κόλοψ ὀνομαζόμενος παρʼ αὐτὸν τὸν περίβολον παραρρέων ἐς τὸν Σάουον ὀλίγον ἀπέχοντα αὐτοῦ ἐμβάλλει καὶ νῦν πᾶσαν τὴν πόλιν ἐγκεκύκλωται, Τιβερίου τάφρῳ τινὶ μεγάλῃ ἐς τοῦτο αὐτὸν καταστήσαντος, δι’ ἧς ἐς τὸ ἀρχαῖον αὖθις ῥεῖθρον ἐπανέρχεται.
37.4 τότε δὲ τῇ μὲν τοῦ Κόλοπος παρʼ αὐτὰ τὰ τείχη παρεξιόντος, τῇ δὲ τοῦ Σάουου ὀλίγον ἄπωθεν παραρρέοντος διάκενόν τι κατελέλειπτο, ὃ καὶ
37.5 σταυρώμασι καὶ ταφρεύμασιν ὠχύρωτο. ὁ οὖν Καῖσαρ πλοῖα παρὰ τῶν ταύτῃ συμμάχων ποιηθέντα λαβών, καὶ διά τε τοῦ Ἴστρου ἐς τὸν Σάουον καὶ διʼ ἐκείνου ἐς τὸν Κόλοπα αὐτὰ ἀγαγών, a)gagw/n Bk., a)na/gwn LM. προσέβαλέ prose/bale/ M, prose/balle/ L. σφισι τῷ πεζῷ ἅμα καὶ ταῖς ναῦσί, καί τινας καὶ ναυμαχίας ἐν αὐτῷ au)tw=| Bs., au)th=i LM. ἐποιήσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme