Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 49

41.6 καὶ ἐκείνῳ τῶν νικητηρίων ἐφθόνει. τοιαῦτα δʼ οὖν ὁ Ἀντώνιος πράττων ἐτόλμα τῇ βουλῇ γράφειν ὅτι τῆς τε ἀρχῆς παύσασθαι καὶ ἐπʼ ἐκείνῃ τῷ τε δήμῳ πάντα τὰ πράγματα ποιήσασθαι ἐθέλει, e)qe/lei Bk., qe/lei M. οὐχ ὅτι τι καὶ πράξειν αὐτῶν ἔμελλεν, ἀλλʼ ὅπως ταῖς παρʼ αὐτοῦ ἐλπίσι τὸν Καίσαρα ἤτοι ἀναγκάσωσιν, ἅτε καὶ παρόντα, τῶν ὅπλων προαποστῆναι, ἢ καὶ ἀπειθήσαντα μισήσωσι.
42.1 τότε μὲν δὴ ταῦτά τε ἐγένετο, καὶ τὴν πανήγυριν τὴν τῇ Ἀφροδίτῃ τῇ γενεθλίῳ τελουμένην οἱ ὕπατοι ἐποίησαν· ἔν τε ταῖς ἀνοχαῖς αἱρετοὶ ὑπὸ τοῦ Καίσαρος πολίαρχοι, παῖδες ἄνηβοι, ἐξ ἱππέων ἀλλʼ οὐκ ἐκ βουλευτῶν γεγονότες, ἦρξαν.
42.2 καὶ τὴν στοὰν τὴν Παύλου καλουμένην Αἰμίλιος Λέπιδος Παῦλος ἰδίοις τέλεσιν ἐξῳκοδόμησε κἀν τῇ ὑπατείᾳ καθιέρωσεν· ὑπάτευσε γὰρ ἐν μέρει τοῦ ἔτους τούτου. ὅ τε Ἀγρίππας τὸ ὕδωρ τὸ Μάρκιον ὠνομασμένον, ἐκλιπὸν φθορᾷ τῶν ὀχετῶν, καὶ ἀνεκτήσατο δαπάνῃ οἰκείᾳ καὶ ἐπὶ πολλὰ
42.3 τῆς πόλεως ἐπωχέτευσεν. οὗτοι μὲν οὖν, καίπερ ἐξ ἰδίων χρημάτων φιλοτιμούμενοι, καὶ ὑπεστέλλοντο καὶ ἐμετρίαζον· ἄλλοι δὲ καὶ ἐλαχίστην τινὰ ἀρχὴν ἔχοντες καὶ ἐπινίκια διεπράττοντό σφισιν, οἱ μὲν διὰ τοῦ Ἀντωνίου οἱ δὲ διὰ τοῦ Καίσαρος, ψηφίζεσθαι, καὶ ἐπὶ τῇ προφάσει ταύτῃ χρυσίον πολὺ παρὰ τῶν δήμων ἐς τοὺς στεφάνους ἐσέπραττον.
43.1 τῷ δʼ ὑστέρῳ ἔτει ἀγορανόμος ὁ Ἀγρίππας ἑκὼν ἐγένετο, καὶ πάντα μὲν τὰ οἰκοδομήματα τὰ κοινὰ πάσας δὲ τὰς ὁδούς, μηδὲν ἐκ τοῦ δημοσίου λαβών, ἐπεσκεύασε, τούς τε ὑπονόμους ἐξεκάθηρε, καὶ
43.2 ἐς τὸν Τίβεριν διʼ αὐτῶν ὑπέπλευσε. κἀν τῷ ἱπποδρόμῳ σφαλλομένους τοὺς ἀνθρώπους περὶ τὸν τῶν διαύλων ἀριθμὸν ὁρῶν τούς τε δελφῖνας καὶ τὰ ᾠοειδῆ δημιουργήματα κατεστήσατο, ὅπως δι’ αὐτῶν αἱ περίοδοι τῶν περιδρόμων ἀναδεικνύωνται. καὶ προσέτι καὶ ἔλαιον καὶ ἅλας πᾶσι
43.3 διέδωκε, τά τε βαλανεῖα προῖκα διʼ ἔτους καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ λοῦσθαι lou=sqai Dind., lou/esqai LM Xiph. παρέσχε· καὶ τοὺς κουρέας ἐν ταῖς πανηγύρεσιν, ἃς πολλὰς καὶ παντοδαπὰς ἐποίησεν ὥστε καὶ τοὺς τῶν βουλευτῶν παῖδας τὴν Τροίαν ἱππεῦσαι, ἐμισθώσατο,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme