Book 50
13.2
ἀγῶνα εὐθὺς κατέστη, καίτοι ἐκείνου τόν τε πεζὸν πρὸ τοῦ στρατοπέδου σφῶν συνεχῶς προπαρατάσσοντος καὶ ταῖς ναυσὶ πολλάκις σφίσιν ἐπιπλέοντος, τάς τε ὁλκάδας αὐτῶν κατάγοντος, ὅπως πρὶν πᾶσαν τὴν δύναμιν αὐτῷ συνελθεῖν, μόνοις
13.3
τοῖς τότε παροῦσίν οἱ συμμίξῃ· ἐκ γὰρ αὐτοῦ τούτου οὐκ ἠθέλησεν ἐς ἅπαν a(/pan Bk., au)to\n *wM. ἀναρρῖψαι, ἀλλὰ πείραις καὶ ἀκροβολισμοῖς ἐπὶ πολλὰς ἡμέρας ἐχρήσατο, μέχρις οὗ τὰ στρατεύματα συνελέξατο. τούτοις δέ, ἄλλως τε καὶ τοῦ Καίσαρος μηκέθʼ ὁμοίως ἐγκειμένου, τόν τε πορθμὸν ἐπιδιέβη καὶ
13.4
οὐ πόρρω αὐτοῦ ἐστρατοπεδεύσατο, κἀκ τούτου καὶ ἱππικὸν περὶ τὸν κόλπον περιπέμψας ἀμφοτέρωθεν αὐτῷ προσήδρευεν. ὁ οὖν Καῖσαρ αὐτὸς μὲν ἡσύχαζε καὶ οὐδένα ἔτι κίνδυνον αὐθαίρετον ἀνῃρεῖτο, ἐς δὲ δὴ τὴν Ἑλλάδα τήν τε Μακεδονίαν ἔπεμψέ τινας, ὅπως τὸν Ἀντώνιον πρὸς ἐκεῖνα
13.5
ἀπαγάγῃ. καὶ οἱ μὲν ταῦτʼ ἔπραττον, Ἀγρίππας δὲ τότε μὲν τήν τε Λευκάδα καὶ τὰ ἐν αὐτῇ σκάφη αἰφνιδίως ἐπεσπλεύσας ἔλαβε, καὶ Πάτρας εἷλε Κύιντον Νασίδιον *nasi/dion Reim., a)si/dion *wM. ναυμαχίᾳ νικήσας, ὕστερον δὲ καὶ τὴν Κόρινθον παρεστήσατο. ὡς οὖν ταῦτά τε συνέβη, καὶ ὁ Τίτιος ὁ Μᾶρκος ὅ τε Ταῦρος ὁ Στατίλιος τό τε ἱππικὸν τοῦ Ἀντωνίου ἐξαίφνης ἐπεκδραμόντες ἐκράτησαν καὶ Φιλάδελφον βασιλέα
13.6
Παφλαγονίας προσεποιήσαντο, κἀν τούτῳ καὶ ὁ Δομίτιος ὁ Γναῖος ἀχθεσθείς τι τῇ Κλεοπάτρᾳ μετέστη, — καὶ χρήσιμος μὲν οὐδὲν τῷ Καίσαρι ἐγένετο (νοσήσας γὰρ οὐκ ἐς μακρὰν ἐτελεύτησενʼ, ἔδοξε δʼ οὖν d' ou)=n Leuncl., gou=n *wM. ὡς καὶ κατεγνωκὼς τῶν πραγμάτων παρʼ οἷς ἦν ηὐτομοληκέναι (καὶ
13.7
γὰρ καὶ ἄλλοι αὐτὸν συχνοὶ ἐμιμήσαντὀ, — οὐκέθʼ ὁμοίως ὁ Ἀντώνιος ἐθάρσει, ἀλλʼ ὑπετόπει τε πάντας καὶ ἀπέκτεινεν ἐκ τούτου ἄλλους τε καὶ Ἰάμβλιχον Ἀραβίων τινῶν βασιλέα βασανίσας, Κύιντόν τε Ποστούμιον βουλευτὴν διασπάσασθαί
13.8
τισιν ἐπιτρέψας. καὶ τέλος φοβηθεὶς μὴ καὶ ὁ Δέλλιος ὁ Κύιντος ὅ τε Ἀμύντας ὁ Γαλάτης (ἔτυχον δὲ ἐπὶ μισθοφόρους ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Θρᾴκην πεπεμμένοἰ τὰ τοῦ Καίσαρος ἀνθέλωνται, ὥρμησε πρὸς αὐτοὺς ὡς καὶ ἐπικουρήσων σφίσιν, ἄν τι πολέμιον προσπέσῃ.