Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 50

18.4 τοσοῦτον μὲν ἀλλήλων διαφέρομεν, τὰ δὲ δὴ πολλὰ τῶν ἄμεινον παρεσκευασμένων καὶ αἱ νῖκαι γίγνονται. εἰ δʼ οὖν τινα καὶ ἐκεῖνοι ἰσχὺν ἔχουσιν, ἀλλʼ ἔν τε τῷ ὁπλιτικῷ καὶ κατὰ τὴν γῆν εὕροιτʼ ἂν αὐτὴν οὖσαν, ταῖς δὲ δὴ ναυσὶν οὐδʼ ἀντᾶραι
18.5 τὸ παράπαν ἡμῖν δυνήσονται. ὁρᾶτε γάρ που καὶ αὐτοὶ καὶ τὸ μέγεθος καὶ τὸ πάχος τῶν ἡμετέρων σκαφῶν, ὥστε εἰ καὶ τὸν ἀριθμὸν ἰσοπαλεῖς αὐταῖς ἐκεῖναι ἦσαν, ἀλλʼ ὑπό γε τούτων οὐδὲν ἂν οὔτε ταῖς ἐμβολαῖς οὔτε ταῖς προσβολαῖς prosbolai=s Rk., probolai=s *wM. ἐκακούργησαν· τὸ μὲν γὰρ ἡ παχύτης τῶν ξύλων, τὸ δὲ αὐτὸ τὸ ὕψος τῶν νεῶν, καὶ εἰ μηδεὶς ἀπʼ αὐτῶν
18.6 ἠμύνετο, πάντως ἂν ἐπέσχε. ποῦ δὴ καὶ τοξοτῶν καὶ σφενδονητῶν τοσούτων ἐπιπλεόντων, καὶ προσέτι καὶ ἀπὸ τῶν πύργων ἄνωθεν αὐτῶν ἐφικνουμένων, δυνήσεταί τίς σφισι προσμῖξαι; εἰ δὲ δὴ καὶ πλησιάσειέ τις, πῶς μὲν οὐκ ἂν ou)k a)\n Bk., a)\n ou)x M, ou)x V. ὑπʼ αὐτοῦ τοῦ πλήθους τῶν κωπῶν βαπτισθείη, πῶς δʼ οὐκ ἂν ὑπὸ πάντων τῶν τε ἀπὸ τῶν καταστρωμάτων καὶ τῶν ἀπὸ τῶν πύργων βαλλόμενος καταποντωθείη;
19.1 μὴ γάρ, ὅτι περὶ Σικελίαν Ἀγρίππας ἐναυκράτησε, παρὰ τοῦτο καὶ ἀρετὴν αὐτοὺς ναυτικὴν ἔχειν ἡγεῖσθε· οὔτε γὰρ πρὸς τὸν Σέξτον ἀλλὰ πρὸς τοὺς δούλους αὐτοῦ, οὔτε πρὸς ὁμοίαν ἡμῖν ἀντιπαρασκευὴν ἀλλὰ πρὸς πολὺ διάφορον
19.2 ἠγωνίσαντο. εἴ τέ τις τὴν εὐτυχίαν αὐτῶν ἐκείνην ἐν μεγάλῳ τιθείη, δίκαιός ἐστι καὶ τὴν ἧτταν τὴν αὐτοῦ τοῦ Καίσαρος, ἣν ὑπʼ αὐτοῦ τοῦ tou= supplied by Bk. Σέξτου ἐνικήθη, ἀντιλογίσασθαι· καὶ οὕτως οὐχ ὅπως ἴσα πρὸς ἴσα, ἀλλὰ καὶ πολὺ πλείω καὶ κρείττω πάντα τὰ ἡμέτερα τῶν ἐκείνοις ὑπαρχόντων εὑρήσει.
19.3 τὸ δʼ ὅλον, πόστην μὲν ἡ Σικελία μερίδα τῆς ἄλλης ἀρχῆς, πόστην δὲ ἡ τοῦ Σέξτου δύναμις τῆς ἡμετέρας παρασκευῆς εἶχεν, ὥστε τινὰ εἰκότως ἂν τὰ τοῦ Καίσαρος, τὰ αὐτὰ ἐκεῖνα ὄντα καὶ μήτε πλείω μήτʼ ἀμείνω γεγονότα, καταδεῖσαι μᾶλλον ἐξ ὧν ηὐτύχησεν ἢ θαρσῆσαι ἐξ ὧν ἔπταισεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme