Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 50

19.4 ὅθεν που καὶ ἐγὼ ταῦτα λογιζόμενος οὐκ ἠθέλησα τῷ πεζῷ προαποκινδυνεῦσαι, ἐν ᾧ δὴ δοκοῦσι τρόπον τινὰ ἰσχύειν, ἵνα μηδεὶς ὑμῶν πταίσματός τινος ἐν ἐκείνῳ γενομένου ἀθυμήσῃ, ἀλλὰ ταῖς ναυσίν, αἷς κράτιστοί τε ἐσμὲν καὶ παμπληθὲς αὐτῶν περίεσμεν, ἵνʼ ἐν ταύταις κρατήσαντες
19.5 καὶ τοῦ πεζοῦ σφων καταφρονήσωμεν. εὖ γὰρ δὴ τοῦτο ἴστε, ὅτι πᾶσα ἡ τοῦ πολέμου ῥοπὴ ἐντεῦθεν ἐκ τοῦ ναυτικοῦ ἀμφοτέροις ἡμῖν ἤρτηται· κἂν τούτῳ περιγενώμεθα, οὐδὲν ἔτι δεινὸν οὐδʼ ou)d' Bk., ou)/q' *wM. ὑπὸ τῶν ἄλλων πεισόμεθα, ἀλλʼ ὥσπερ ἐν νησιδίῳ τινὶ αὐτούς, ἅτε πάντων τῶν πέριξ ἡμετέρων ὄντων, ἀπειληφότες ἀκονιτί, κἂν μηδενὶ ἄλλῳ, τῷ γε λιμῷ χειρωσόμεθα.
20.1 καὶ μὴν ὅτι οὐχ o(/ti ou)x Reim., ou)x o(/ti *wM. ὑπὲρ μικρῶν οὐδʼ ou)d' Bk., ou)/q' *wM. ὑπὲρ φαύλων τινῶν ἀγωνιούμεθα, ἀλλʼ ὥστε προθυμηθέντες μὲν τῶν μεγίστων τυχεῖν ἀμελήσαντες δὲ τὰ δεινότατα παθεῖν, οὐδὲ λόγου προσδεῖν
20.2 ἡγοῦμαι. τί γὰρ οὐκ ἂν ἡμᾶς, ἄν γε καὶ κρατήσωσιν, ἐργάσαιντο, πάντας μὲν ὡς εἰπεῖν τοὺς μετὰ τοῦ Σέξτου τῶν ἐλλογίμων γενομένους ἀπεκτονότες, πολλοὺς δὲ καὶ τῶν μετὰ τοῦ Λεπίδου
20.3 συναραμένων σφίσιν ἀπολωλεκότες; καὶ τί λέγω ταῦτα, ὁπότε καὶ αὐτὸν τὸν Λέπιδον, μήτε τι ἀδικήσαντα καὶ προσέτι καὶ συμμαχήσαντα αὐτοῖς, τῆς τε ἡγεμονίας ἁπάσης παραλελύκασι καὶ ὥσπερ τινὰ αἰχμάλωτον ἐν φρουρᾷ ἔχουσι, καὶ τούς τε ἐξελευθέρους πάντας τοὺς ἐν τῇ Ἰταλίᾳ καὶ προσέτι καὶ τοὺς ἄλλους τοὺς τὰ χωρία κεκτημένους ἠργυρολογήκασιν οὕτως ὥστε καὶ ἐς ὅπλα τινὰς αὐτῶν ἐλθεῖν ἀναγκάσαι, κἀκ τούτου
20.4 συχνοὺς φθεῖραι; ἀλλʼ ἔστιν ὅπως φείσονται fei/sontai R. Steph., fei/swntai *wM. ἡμῶν οἱ τῶν συμμάχων μὴ πεφεισμένοι; ἀφέξονται τῶν ἡμετέρων οἱ τὰ τῶν οἰκείων δεδασμολογηκότες; φιλανθρωπεύσονταί τι νικήσαντες οἱ καὶ πρὶν κρατῆσαι τί krath=sai ti/ Xyl., krath=sai/ ti *wM. πεποιηκότες; καὶ ἵνα γε μὴ πάντα τὰ τῶν ἄλλων λέγων διατρίβω, ἀλλʼ αὐτὰ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme