Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 50

28.1 Ἀλλʼ ἐρεῖ τις ὅτι καὶ συμμάχους πολλοὺς καὶ χρήματα πολλὰ ἔχει. οὐκοῦν ὅπως μὲν τοὺς τὴν Ἀσίαν τὴν ἤπειρον οἰκοῦντας νικᾶν εἰώθαμεν, οἶδε μὲν ὁ Σκιπίων ἐκεῖνος ὁ Ἀσιατικός, a)siatiko/s M, a)siano\s V. οἶδε δὲ καὶ ὁ Σύλλας ὁ εὐτυχής, ὁ Λούκουλλος, ὁ Πομπήιος, ὁ Καῖσαρ ὁ πατὴρ ὁ ἐμός, ὑμεῖς u(mei=s H. Steph., h(mei=s *wM. αὐτοὶ οἱ τοὺς μετά τε τοῦ Βρούτου καὶ τοῦ Κασσίου
28.2 στρατευσαμένους κεκρατηκότες. τούτου δὲ δὴ οὕτως ἔχοντος, καὶ τὸν πλοῦτόν σφων ὅσῳ πλείονα ἑτέρων νομίζετε εἶναι, τοσούτῳ μᾶλλον σπουδάσατε σφετερίσασθαι· ὑπὲρ γὰρ τῶν μεγίστων ἄθλων μεγίστους καὶ τοὺς ἀγῶνας ἄξιόν
28.3 ἐστι ποιεῖσθαι. καίτοι μεῖζον οὐδὲν ἂν a)\n supplied by St. ἄλλο φήσαιμι ὑμῖν προκεῖσθαι τοῦ τὸ ἀξίωμα τὸ τῶν προγόνων διασῶσαι, τοῦ τὸ φρόνημα τὸ οἰκεῖον φυλάξαι, τοῦ τοὺς ἀφεστηκότας ἀφʼ ἡμῶν τιμωρήσασθαι, τοῦ τοὺς ὑβρίζοντας ὑμᾶς ἀμύνασθαι, τοῦ πάντων ἀνθρώπων νικήσαντας ἄρχειν, τοῦ μηδεμίαν γυναῖκα περιορᾶν μηδενὶ ἀνδρὶ παρισουμένην.
28.4 ἢ πρὸς μὲν Ταυρίσκους καὶ Ἰάπυδας *)ia/pudas Xyl., i)a/pugas *wM. καὶ Δελμάτας καὶ Παννονίους προθυμότατα αὐτοὶ ὑμεῖς οἱ νῦν παρόντες ὑπὲρ ὀλίγων τινῶν τειχῶν καὶ γῆς ἐρήμου πολλάκις ἐμαχέσασθε, καὶ πάντας αὐτοὺς καίτοι πολεμικωτάτους ὁμολογουμένως ὄντας ἐχειρώσασθε, καὶ νὴ Δία καὶ πρὸς Σέξτον ὑπὲρ Σικελίας μόνης καὶ πρὸς αὐτὸν τοῦτον τὸν Ἀντώνιον ὑπὲρ Μουτίνης μόνης ὁμοίως ἠγωνίσασθε,
28.5 ὥστʼ ἀμφοτέρων αὐτῶν κρατῆσαν πρὸς δὲ δὴ γυναῖκα πᾶσι τοῖς ὑμετέροις ἐπιβουλεύουσαν, καὶ πρὸς τὸν ἄνδρα αὐτῆς τὸν τὰ ὑμέτερα τοῖς ἐκείνης παισὶ διαδεδωκότα, καὶ πρὸς τοὺς καλοὺς αὐτῶν ἑταίρους καὶ τραπεζεῖς, οὓς καὶ αὐτοὶ ἐκεῖνοι κοπρίας ἀποκαλοῦσιν, ἧττόν τι
28.6 προθυμηθήσεσθε; διὰ τί; διὰ τὸ πλῆθος αὐτῶν; ἀλλʼ οὐδὲν πλῆθος σωμάτων ἀρετῆς κρατεῖ. διὰ τὸ γένος; ἀλλʼ ἀχθοφορεῖν μᾶλλον ἢ πολεμεῖν μεμελετήκασι. διὰ τὴν ἐμπειρίαν; ἀλλʼ ἐρέττειν μᾶλλον ἢ ναυμαχεῖν ἴσασιν. ἐγὼ μὲν καὶ αἰσχύνομαι ὅτι πρὸς τοιούτους ἀνθρώπους ἀγωνίζεσθαι μέλλομεν, ὧν καὶ κρατήσαντες οὐκ εὐδοκιμήσομεν καὶ ἡττηθέντες ἀσχημονήσομεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme