Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 50

29.1 μὴ γάρ που τὸ μέγεθος τῶν σκαφῶν αὐτῶν ἢ τὸ πάχος τῶν ξύλων ἀντίπαλον ταῖς ἀρεταῖς ἡμῶν h(mw=n Bk., u(mw=n *wM. εἶναι νομίζετε. ποία μὲν γὰρ ναῦς αὐτὴ καθʼ ἑαυτὴν ἢ ἔτρωσέ τινα ἢ ἀπέκτεινε; πῶς δʼ οὐ καὶ ὑπʼ αὐτοῦ τοῦ τε ὕψους καὶ τοῦ πάχους καὶ δυσκινητότεραι ἔσονται τοῖς ἐλαύνουσιν αὐτὰς
29.2 καὶ ἀπειθέστεραι τοῖς κυβερνῶσι; τί δʼ ἂν ὄφελος τοῖς ἀπʼ αὐτῶν μαχομένοις γένοιτο μήτε διεκπλεῖν μήτε περιπλεῖν, ἅπερ που ναυμαχίας ἔργα ἐστί, δυναμένοις; οὐ γάρ που πεζομαχεῖν ἡμῖν h(mi=n H. Steph., u(mi=n *wM. ἐν τῇ θαλάττῃ μέλλουσιν, οὐδʼ αὖ ὥσπερ ἐν τείχεσί τισι κατακεκλειμένοι katakekleime/noi Dind., katakekleisme/noi *wM. πολιορκηθῆναι παρεσκευάδαται, pareskeua/datai M, paraskeua/datai V.
29.3 ἐπεὶ τοῦτό γε καὶ πάνυ πρὸς ἡμῶν pro\s h(mw=n Rk., prosh=kon *wM. ἂν εἴη, λέγω δὲ τὸ πρὸς ξύλινα παραφράγματα προσμῖξαι. ἄν τε γὰρ ἐν τῷ αὐτῷ καθάπερ ἐμπεπηγυῖαι αἱ νῆες αὐτῶν μένωσιν, ἐξέσται μὲν ἡμῖν τοῖς toi=s M, tai=s V. ἐμβόλοις αὐτὰς au)ta\s R. Steph., au)tai=s *wM. ἀναρρηγνύναι, ἐξέσται δὲ καὶ μηχαναῖς πόρρωθεν τιτρώσκειν, ἐξέσται δὲ καὶ
29.4 πυρφόροις βέλεσι καταπιμπράναι· ἄν τε καὶ κινηθῆναί πῃ τολμήσωσιν, οὔτʼ ἂν διώκουσαί τινα καταλάβοιεν οὔτʼ ἂν τραπεῖσαι ἐκφύγοιεν, ἀργόταται μὲν ὑπὸ τῆς βαρύτητος ἐς τὸ δρᾶσαί τι, ἑτοιμόταται δὲ ὑπὸ τοῦ μεγέθους ἐς τὸ παθεῖν οὖσαι.
30.1 καὶ τί δεῖ πλείω λέγοντα περὶ αὐτῶν διατρίβειν, ὁπότε πολλάκις ἤδη πειραθέντες σφῶν, καὶ περὶ Λευκάδα καὶ ἐνταῦθα πρῴην, οὐχ ὅσον οὐκ ἠλαττώθημεν αὐτῶν, ἀλλὰ καὶ πανταχοῦ κρείττους ἐγενόμεθα; ὥστε μὴ τοῖς ἐμοῖς e)moi=s M, au)toi=s V. λόγοις μᾶλλον ἢ τοῖς ὑμετέροις αὐτῶν ἔργοις ἐπιρρωσθέντες ἐπιθυμήσατε παντὶ ἤδη τῷ πολέμῳ τέλος ἐπιθεῖναι.
30.2 εὖ γὰρ ἴστε τοῦθʼ, ὅτι ἂν καὶ τήμερον αὐτοὺς νικήσωμεν, οὐδὲν ἔτι πρᾶγμα ἕξομεν. ἄλλως τε γὰρ φύσει πᾶν τὸ ἀνθρώπειον, ὅταν ἐν τοῖς πρώτοις ἀγῶσι σφαλῇ, καὶ πρὸς τὰ λοιπὰ ἀθυμότερον γίγνεται· καὶ ἡμεῖς ἀναμφιλόγως ἐν τῇ γῇ ἀμείνους αὐτῶν ἐσμεν, ὥστε κἂν ἀκεραίων σφῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme