Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 50

6.4 — ἥ τε οὖν Ἰταλία καὶ ἡ Γαλατία τό τε Ἰβηρικὸν καὶ τὸ Ἰλλυρικόν, καὶ Λίβυες οἵ τε ἐκ τοῦ πρὶν ῥωμαΐζοντες πλὴν τῶν περὶ τὴν Κυρήνην καὶ οἱ τοῦ Βογούου τοῦ τε Βόκχου γεγονότες, Σαρδώ τε καὶ Σικελία καὶ αἱ ἄλλαι νῆσοι αἱ ταῖς
6.5 εἰρημέναις ἠπείροις προσεχεῖς συνεμάχησαν, τῷ δʼ Ἀντωνίῳ τὰ ἐν τῇ Ἀσίᾳ τῇ ἠπείρῳ τῶν Ῥωμαίων ἀκούοντα καὶ τὰ ta\ Xiph., om. LM. ἐν τῇ Θρᾴκῃ, ἥ τε Ἑλλὰς καὶ ἡ Μακεδονία, καὶ οἱ Αἰγύπτιοι οἵ τε Κυρηναῖοι μετὰ τῶν περιχώρων, καὶ οἱ νησιῶται οἱ προσοικοῦντές σφισιν, οἵ τε βασιλῆς καὶ οἱ δυνάσται πάντες ὡς εἰπεῖν οἱ τῇ τῶν Ῥωμαίων ἀρχῇ τῇ th=| added by Rk. τότε ὑπʼ ἐκεῖνον e)kei=non H. Steph., e)kei/nwn *wM. οὔσῃ γειτνιῶντες, οἱ
6.6 μὲν αὐτοὶ οἱ δὲ διʼ ἑτέρων. καὶ τοσαύτῃ γε προθυμίᾳ ἀμφότεροι ὁμοίως ἐχρήσαντο ὥστε καὶ ἐνόρκους τὰς συμμαχίας σφῶν ἑκατέρῳ ποιήσασθαι.
7.1 οὗτοί τε οὖν οὕτως ἔρρωντο, καὶ ὁ Ἀντώνιος τοῦτο μὲν ἀντώμοσε τοῖς ἑαυτοῦ στρατιώταις ἀκηρυκτὶ a)khrukti\ *w, a)khruktei\ M. πολεμήσειν, τοῦτο δὲ ὑπέσχετο τήν τε ἀρχὴν ἐντὸς δύο μηνῶν μετὰ τὴν νίκην ἀφήσειν καὶ τὸ πᾶν αὐτῆς κράτος τῇ τε γερουσίᾳ καὶ τῷ δήμῳ
7.2 ἀποδώσειν. μόλις τε δῆθέν τινες ἔπεισαν αὐτὸν ἕκτῳ μηνὶ τοῦτο ποιῆσαι, ἵνα δὴ κατὰ σχολὴν τὰ πράγματα καταστήσηται. καὶ ὁ μέν, εἰ καὶ τὰ μάλιστα μὴ ἔμελλεν αὐτὸ πράξειν, ἀλλʼ ὡς πάντῃ γε πάντως κρατήσων ἐπηγγέλλετο. τά τε γὰρ ἑαυτοῦ πολὺ τοῖς πλήθεσιν ἰσχυρότερα ἑώρα ὄντα, καὶ τὰ τῶν ἐναντίων ἀσθενώσειν δωροδοκίαις
7.3 ἤλπιζε· h)/lpize R. Steph., h)/lpise *wM. χρυσίον γὰρ ὡς ἑκασταχόσε, καὶ οὐχ ἥκιστα ἔς τε τὴν ἄλλην Ἰταλίαν καὶ ἐς τὴν Ῥώμην ἐσπέμπων διεκίνει τε ὡς ἕκαστα καὶ σφετερίζεσθαι ἐπειρᾶτο. ὅθενπερ καὶ ὁ Καῖσαρ τά τε ἄλλα διʼ ἀκριβεστέρας φυλακῆς ἐποιήσατο καὶ χρήματα τοῖς στρατιώταις ἔδωκε.
8.1 τοιαύτης δʼ οὖν τῆς τε ὁρμῆς καὶ τῆς παρασκευῆς αὐτῶν οὔσης πολλὰ μὲν ὑπὸ τῶν ἀνθρώπων καὶ ποικίλα ἐθρυλεῖτο, πολλὰ δὲ καὶ παρὰ τῶν θεῶν καὶ ἐναργῆ προεδείκνυτο. πίθηκός τε γὰρ ἐς τὸ Δημήτριον ἐν ἱερουργίᾳ τινὶ ἐσελθὼν πάντα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme