Book 51
11.6
ἀμέλει καὶ ὀφθῆναι καὶ διαλεχθῆναί τι τῷ Καίσαρι ἐθελήσασα ἐπέτυχε· καὶ ἵνα γε ἐπὶ πλεῖον ἀπατηθῇ, αὐτὸς ἀφίξεσθαι πρὸς αὐτὴν ὑπέσχετο.
12.1
οἶκόν τε οὖν ἐκπρεπῆ καὶ κλίνην πολυτελῆ παρασκευάσασα, καὶ προσέτι καὶ ἑαυτὴν ἠμελημένως πως κοσμήσασα (καὶ γὰρ ἐν τῷ πενθίμῳ σχήματι δεινῶς ἐνέπρεπενʼ ἐκαθέζετο ἐπὶ τῆς κλίνης, πολλὰς μὲν εἰκόνας τοῦ πατρὸς αὐτοῦ καὶ παντοδαπὰς παραθεμένη, πάσας δὲ τὰς ἐπιστολὰς τὰς παρʼ ἐκείνου οἱ πεμφθείσας ἐς τὸν κόλπον
12.2
λαβοῦσα. καὶ μετὰ τοῦτο ἐσελθόντος τοῦ Καίσαρος ἀνεπήδησέ τε ἐρρυθμισμένη, e)rruqmisme/nh is the reading of *wM; some editors have preferred h)ruqriasme/nh, the reading found in Xiphilinus' Epitome. καὶ ἔφη “χαῖρε ὦ δέσποτα· σοὶ μὲν γὰρ τοῦτο θεὸς ἔδωκεν, ἐμὲ δὲ ἀφείλετο. ἀλλʼ ὁρᾷς μέν που καὶ αὐτὸς τὸν πατέρα σου τοιοῦτον οἷος πολλάκις πρὸς ἐμὲ ἐσῆλθεν, ἀκούεις δὲ ὅπως τά τε ἄλλα ἐτίμησέ με καὶ δὴ καὶ βασιλίδα τῶν Αἰγυπτίων
12.3
ἐποίησεν. ἵνα δʼ οὖν τι καὶ αὐτοῦ ἐκείνου περὶ ἐμοῦ πύθῃ, λάβε καὶ ἀνάγνωθι τὰ γράμματα ἅ μοι αὐτοχειρία ἐπέστειλε.” Ταῦτά τε ἅμα ἔλεγε, καὶ πολλὰ καὶ ἐρωτικὰ αὐτοῦ ῥήματα ἀνεγίγνωσκε. καὶ τοτὲ μὲν ἔκλαε καὶ τὰς ἐπιστολὰς κατεφίλει, τοτὲ δὲ πρὸς τὰς εἰκόνας αὐτοῦ προσέπιπτε καὶ ἐκείνας προσεκύνει.
12.4
τά τε βλέφαρα ἐς τὸν Καίσαρα ἐπενέκλα, καὶ ἐμμελῶς ἀνωλοφύρετο, θρυπτικόν τέ τι προσεφθέγγετο, ἄλλοτε μὲν λέγουσα “ποῦ μοι, Καῖσαρ, ταῦτά σου τὰ γράμματα;” ἄλλοτε δὲ ὅτι “ἀλλʼ ἐν τούτῳ καὶ σύ μοι ζῇς,” εἶτα αὖθις “εἴθε σου προετεθνήκειν,” καὶ μάλα αὖθις “ἀλλὰ καὶ τοῦτον ἔχουσα σὲ ἔχω.”
12.5
τοιαύτῃ τινὶ ποικιλίᾳ καὶ τῶν ῥημάτων καὶ τῶν σχημάτων ἐχρῆτο, μελιχρὰ ἄττα καὶ kai\ M, om. V. προσβλέπουσα αὐτῷ καὶ λαλοῦσα. ὁ οὖν Καῖσαρ συνίει μὲν αὐτῆς καὶ παθαινομένης καὶ πληκτιζομένης, οὐ μέντοι καὶ προσεποιεῖτο, ἀλλʼ ἐς τὴν γῆν τοὺς ὀφθαλμοὺς ἐρείσας τοῦτο μόνον εἶπεν, “θάρσει, ὦ γύναι, καὶ θυμὸν ἔχε ἀγαθόν· οὐδὲν γὰρ κακὸν