Book 51
15.2
βίου τοιάνδε. ὁ μὲν συνεῖναί τε τὸ δέον οὐδενὸς ἥσσων ἐγένετο καὶ πολλὰ ἀφρόνως ἔπραξεν, ἀνδρείᾳ τε ἔν τισι διέπρεψε καὶ ὑπὸ δειλίας συχνὰ ἐσφάλη, τῇ τε μεγαλοψυχίᾳ καὶ τῇ δουλοπρεπείᾳ ἐξ ἴσου ἐχρῆτο, καὶ τά τε ἀλλότρια ἥρπαζε καὶ τὰ οἰκεῖα προΐετο, ἠλέει τε ἀλόγως συχνοὺς καὶ
15.3
ἐκόλαζεν ἀδίκως πλείονας· κἀκ τούτων ἰσχυρότατός τε ἐξ ἀσθενεστάτου καὶ πλουσιώτατος ἐξ ἀπορωτάτου γενόμενος οὐδετέρου αὐτῶν ἀπώνητο, a)pw/nhto Naber, a)pw/nato *wM cod. Peir. ἀλλὰ καὶ τὸ κράτος τὸ τῶν Ῥωμαίων μόνος ἕξειν
15.4
ἐλπίσας αὐτὸς ἑαυτὸν ἀπέκτεινε. Κλεοπάτρα δὲ ἄπληστος μὲν Ἀφροδίτης ἄπληστος δὲ χρημάτων γενομένη, καὶ πολλῇ μὲν φιλοτιμίᾳ φιλοδόξῳ πολλῇ δὲ καὶ περιφρονήσει θρασείᾳ χρησαμένη, τήν τε βασιλείαν τὴν τῶν Αἰγυπτίων ὑπʼ ἔρωτος ἐκτήσατο, καὶ τὴν τῶν Ῥωμαίων λήψεσθαι διʼ αὐτοῦ ἐλπίσασα ταύτης τε ἐσφάλη καὶ ἐκείνην προσαπώλεσε, δύο τε ἀνδρῶν Ῥωμαίων τῶν καθʼ ἑαυτὴν μεγίστων κατεκράτησε, καὶ διὰ τὸν τρίτον ἑαυτὴν κατεχρήσατο.
15.5
οὗτοι μὲν δὴ τοιοῦτοί τε ἐγένοντο καὶ οὕτως ἀπήλλαξαν· τῶν δὲ δὴ παίδων αὐτῶν Ἄντυλλος μέν, καίτοι τήν τε τοῦ Καίσαρος θυγατέρα ἠγγυημένος h)gguhme/nos Dind., e)ggeguhme/nos M, e)ggenhme/nos V. καὶ ἐς τὸ τοῦ πατρὸς αὐτοῦ ἡρῷον, ὃ ἡ Κλεοπάτρα ἐπεποιήκει, καταφυγών, εὐθὺς ἐσφάγη, Καισαρίων δὲ ἐς Αἰθιοπίαν φεύγων κατελήφθη
15.6
τε ἐν τῇ ὁδῷ καὶ διεφθάρη. ἥ τε Κλεοπάτρα Ἰούβᾳ τῷ τοῦ Ἰούβου παιδὶ συνῴκησε· τούτῳ γὰρ ὁ Καῖσαρ τραφέντι τε ἐν τῇ Ἰταλίᾳ καὶ συστρατευσαμένῳ οἱ ταύτην τε καὶ τὴν βασιλείαν τὴν πατρῴαν ἔδωκε, καὶ αὐτοῖς καὶ τὸν Ἀλέξανδρον καὶ τὸν Πτολεμαῖον ἐχαρίσατο.
15.7
ταῖς τε ἀδελφιδαῖς, ἃς ἐκ τοῦ Ἀντωνίου ἡ Ὀκταουία ἀνῄρητό τε καὶ ἐτετρόφει, χρήματα ἀπὸ τῶν πατρῴων ἀπένειμε. καὶ τῷ Ἰούλλῳ τῷ τοῦ Ἀντωνίου τῆς τε Φουλουίας υἱεῖ τοὺς ἐξελευθέρους αὐτοῦ πάνθʼ ὅσα τελευτῶντάς σφας καταλιπεῖν αὐτῷ κατὰ τοὺς νόμους ἔδει παραχρῆμα δοῦναι