Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 51

17.3 νεωτεροποιίαν αὐτῶν κατέγνω. καί σφων οὕτω τότε ταχθέντων τὰ μὲν ἄλλα καὶ νῦν ἰσχυρῶς φυλάσσεται, βουλεύουσι δὲ δὴ καὶ ἐν τῇ Ἀλεξανδρείᾳ, ἐπὶ Σεουήρου αὐτοκράτορος ἀρξάμενοι, καὶ ἐν τῇ Ῥώμῃ, ἐπʼ Ἀντωνίνου τοῦ υἱέος αὐτοῦ πρῶτον ἐς τὴν γερουσίαν ἐσγραφέντες.
17.4 Αἴγυπτος μὲν οὕτως ἐδουλώθη· πάντες γὰρ οἱ ἀντισχόντες αὐτῶν χρόνον τινὰ ἐχειρώθησαν, ὥς που καὶ τὸ δαιμόνιόν σφισιν ἐναργέστατα προέδειξεν. ὗσέ τε γὰρ οὐχ ὅπως ὕδατι, ἔνθα μηδὲ ἐψέκασέ ποτε, ἀλλὰ καὶ αἵματι· ταῦτά τε ἅμα ἐκ τῶν νεφῶν ἐξέπιπτε καὶ ὅπλα παρεφαίνετο.
17.5 κτυπήματά τέ τινα ἑτέρωθι καὶ τυμπάνων καὶ κυμβάλων καὶ βοήματα καὶ αὐτῶν καὶ σαλπίγγων ἐγίγνετο, καί τις δράκων ὑπερμεγέθης ἐξαίφνης σφίσιν ὀφθεὶς ἀμήχανον ὅσον ἐξεσύρισε. κἀν τούτῳ καὶ ἀστέρες κομῆται ἑωρῶντο, καὶ νεκρῶν εἴδωλα ἐφαντάζετο, τά τε ἀγάλματα ἐσκυθρώπασε, καὶ ὁ Ἆπις ὀλοφυρτικόν τι ἐμυκήσατο καὶ κατεδάκρυσε.
17.6 ταῦτα μὲν οὕτως ἐγένετο, χρήματα δὲ πολλὰ μὲν ἐν τῷ βασιλικῷ εὑρέθη (πάντα γὰρ ὡς εἰπεῖν καὶ τὰ ἐκ τῶν ἁγιωτάτων ἱερῶν ἀναθήματα ἡ Κλεοπάτρα ἀνελομένη συνεπλήθυσε τὰ λάφυρα τοῖς Ῥωμαίοις ἄνευ τινὸς οἰκείου αὐτῶν μιάσματος mia/smatos M, bia/smatos V.ʼ,ʼ πολλὰ δὲ καὶ παρʼ ἑκάστου τῶν αἰτιαθέντων
17.7 τι ti M, om. V. ἠθροίσθη. καὶ χωρὶς οἱ λοιποὶ πάντες, ὅσοι μηδὲν ἴδιον ἔγκλημα λαβεῖν ἐδύναντο, τὰ δύο μέρη τῶν οὐσιῶν ᾐτήθησαν. h)|th/qhsan R. Steph., h(tth/qhsan *wM. καὶ ἀπʼ αὐτῶν πάντες μὲν οἱ στρατιῶται τὰ ἐποφειλόμενά σφισιν ἐκομίσαντο, οἱ δὲ δὴ καὶ τότε τῷ Καίσαρι συγγενόμενοι πεντήκοντα καὶ διακοσίας δραχμάς, ὥστε
17.8 μὴ διαρπάσαι τὴν πόλιν, προσεπέλαβον. τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme