Book 51
6.6
ἐκεῖνον ἐχθήρῃ, ἀλλʼ αὐτήν γε ἐλεήσῃ. ὁ δὲ τὰ μὲν δῶρα ἔλαβεν οἰωνὸν ποιούμενος, ἀπεκρίνατο δὲ τῷ μὲν Ἀντωνίῳ οὐδέν, τῇ δὲ Κλεοπάτρᾳ φανερῶς μὲν ἄλλα τε ἀπειλητικὰ καὶ ὅτι, ἂν τῶν τε ὅπλων καὶ τῆς βασιλείας ἀποστῇ, βουλεύσεται περὶ αὐτῆς ὅσα χρὴ πρᾶξαι, λάθρᾳ δὲ ὅτι, ἐὰν τὸν Ἀντώνιον ἀποκτείνῃ, καὶ τὴν ἄδειαν αὐτῇ καὶ τὴν ἀρχὴν ἀκέραιον δώσει.
7.1
ἐν ᾧ δὲ ταῦτα ἐγίγνετο, τάς τε ναῦς τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ πρὸς τὸν ἐς e)s M, pro\s V. τὴν ἐρυθρὰν θάλασσαν πλοῦν ναυπηγηθείσας οἱ Ἀράβιοι, πεισθέντες ὑπὸ Κυΐντου Διδίου τοῦ τῆς Συρίας ἄρχοντος, κατέπρησαν, καὶ τὰς ἐπικουρίας καὶ οἱ
7.2
δῆμοι καὶ οἱ δυνάσται πάντες ἀπηρνήσαντο. καί μοι θαυμάσαι ἐπέρχεται ὅτι ἄλλοι μὲν συχνοί, καίπερ πολλὰ παρʼ αὐτῶν εἰληφότες, ἐγκατέλιπόν σφας, οἱ δὲ ἐπὶ ταῖς ὁπλομαχίαις ἐν τοῖς ἀτιμότατα τρεφόμενοι προθυμίᾳ τε ἐς αὐτοὺς πλείστῃ
7.3
ἐχρήσαντο καὶ ἀνδρειότατα ἠγωνίσαντο. οὗτοι γὰρ ἐν Κυζίκῳ πρὸς τοὺς ἐπινικίους ἀγῶνας, οὓς ἐπὶ τῷ Καίσαρι ἄξειν ἤλπιζον, ἀσκούμενοι, τότε ἐπειδὴ τάχιστα τῶν γεγονότων ᾔσθοντο, ὥρμησαν
7.4
ἐς τὴν Αἴγυπτον ὡς καὶ βοηθήσοντες αὐτοῖς, καὶ πολλὰ μὲν τὸν Ἀμύνταν ἐν τῇ Γαλατίᾳ πολλὰ δὲ καὶ τοὺς τοῦ Ταρκονδιμότου παῖδας ἐν τῇ Κιλικίᾳ, φίλους μέν σφισιν ἐς τὰ μάλιστα γενομένους, τότε δὲ πρὸς τὰ παρόντα μεταστάντας, πολλὰ δὲ καὶ τὸν Δίδιον κωλύοντά σφας τῆς διόδου ἔδρασαν.
7.5
οὐ μέντοι καὶ διαπεσεῖν ἐς τὴν Αἴγυπτον ἠδυνήθησαν, ἀλλʼ ἐπειδὴ πανταχόθεν περιεστοιχίσθησαν, λόγον μὲν οὐδʼ ὣς οὐδένα, καίτοι τοῦ Διδίου συχνά σφισιν ὑπισχνουμένου, προσεδέξαντο, τὸν δὲ Ἀντώνιον μεταπέμψαντες ὡς καὶ ἐν τῇ Συρίᾳ ἄμεινον μετʼ αὐτοῦ πολεμήσοντες,
7.6
ἔπειτʼ ἐπειδὴ ἐκεῖνος μήτʼ αὐτὸς ἦλθε μήτʼ ἀγγελίαν τινὰ αὐτοῖς ἔπεμψεν, οὕτω δὴ νομίσαντες αὐτὸν ἀπολωλέναι καὶ ἄκοντες ὡμολόγησαν ἐπὶ τῷ μηδέποτε μονομαχῆσαι, καὶ τήν γε Δάφνην παρὰ τοῦ Διδίου, τὸ τῶν Ἀντιοχέων προάστειον, ἐνοικεῖν μέχρις ἂν τῷ Καίσαρι ταῦτα δηλωθῇ ἔλαβον.
7.7
καὶ οἱ μὲν ὑπὸ τοῦ Μεσσάλου ὕστερον ἀπατηθέντες ἐπέμφθησαν ἄλλος ἄλλοσε ὡς καὶ ἐς τὰ στρατόπεδα καταλεχθησόμενοι, καὶ ἐκ τρόπου δή