Book 52
12.5
ὧν ἂν προσδοκήσωσι φέρωσι. καὶ γὰρ ὁ ὀρθῶς διδοὺς τὰ τοιαῦτα τό τε κατʼ ἀξίαν ἑκάστου δῆλον ὅτι πρὸ πάντων προσκοπεῖ, καὶ τοὺς μὲν τιμᾷ τοὺς δὲ παρορᾷ, ὥστε καὶ ἐκ τῆς ἐκείνου γνώμης τοῖς μὲν φρόνημα τοῖς δʼ ἀγανάκτησιν ὑπʼ αὐτοῦ τοῦ συνειδότος σφῶν προσγίγνεσθαι. ὡς ἄν γέ τις τοῦτʼ εὐλαβούμενος ἀνωμάλως αὐτὰ διανέμειν ἐθελήσῃ,
12.6
τὸ σύμπαν ἁμαρτήσεται· οἵ τε γὰρ πονηροὶ παρὰ τὸ προσῆκον τιμώμενοι χείρους ἄν, ἤτοι καὶ ἐπαινεῖσθαι ὡς ἀγαθοὶ ἢ πάντως γε θεραπεύεσθαι ὡς φοβεροὶ δοκοῦντες, γίγνοιντο, καὶ οἱ χρηστοὶ μηδὲν πλεῖον αὐτῶν εὑρισκόμενοι, ἀλλʼ ἐξ ἴσου σφίσιν ἀγόμενοι, μᾶλλον ἂν ἐκ τῆς πρὸς ἐκείνους ἰσομοιρίας λυποῖντο ἢ τῷ tw=| supplied by Pflugk. καὶ αὐτοί τινος ἀξιοῦσθαι
12.7
χαίροιεν, xai/roien R. Steph., xai/roie *wL'. κἀκ τούτου τήν τε ἐπιτήδευσιν τῶν κρειττόνων ἐῷεν ἂν καὶ τὴν ζήλωσιν τῶν χειρόνων μετέρχοιντο, καὶ οὕτω κἂν ka)\n *w, kai\ L'. ἐξ αὐτῶν τῶν τιμῶν οὔθʼ οἱ διδόντες αὐτὰς ἀγαθόν τι καρποῖντο καὶ οἱ λαμβάνοντες κακίους γίγνοιντο. ὥστε σοι τοῦτο, ὃ μάλιστα ἄν τισιν ἐν ταῖς μοναρχίαις ἀρέσειε, δυσμεταχειριστότατον συμβῆναι.
13.1
ταῦτά τε οὖν καὶ τἆλλα ἃ μικρῷ πρόσθεν εἶπον ἐνθυμηθεὶς φρόνησον ἕως ἔξεστί σοι, καὶ ἀπόδος τῷ δήμῳ καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη καὶ τὰς ἀρχὰς καὶ τὰ χρήματα. ἂν μὲν γὰρ ἤδη τε καὶ ἑκὼν αὐτὸ ποιήσῃς, ἐνδοξότατός τε ἅμα ἀνθρώπων ἔσῃ καὶ ἀσφαλέστατος· ἂν δʼ ἀναμείνῃς βίαν τινά σοι προσαχθῆναι, τάχʼ ἄν τι
13.2
δεινὸν μετὰ κακοδοξίας πάθοις. τεκμήριον δέ, Μάριος μὲν καὶ Σύλλας καὶ Μέτελλος, καὶ Πομπήιος τὸ πρῶτον, ἐν κράτει τῶν πραγμάτων γενόμενοι οὔτʼ ἠθέλησαν δυναστεῦσαι οὔτʼ ἔπαθον παρὰ τοῦτο δεινὸν οὐδέν· Κίννας δὲ δὴ καὶ Στράβων, ὅ τε Μάριος ὁ ἕτερος καὶ ὁ Σερτώριος, ὅ τε Πομπήιος αὐτὸς μετὰ ταῦτα, τῆς δυναστείας ἐπιθυμήσαντες
13.3
κακῶς ἀπώλοντο. δυσχερὲς γάρ ἐστι τὴν πόλιν ταύτην, τοσούτοις τε ἔτεσι δεδημοκρατημένην καὶ τοσούτων ἀνθρώπων ἄρχουσαν, δουλεῦσαί τινι ἐθελῆσαι. καὶ ἀκούεις μὲν ὅτι τὸν Κάμιλλον ὑπερώρισαν, ἐπειδὴ λευκοῖς ἵπποις