Book 52
13.4
ἐς τὰ ἐπινίκια ἐχρήσατο, ἀκούεις δὲ ὅτι τὸν Σκιπίωνα κατέλυσαν, ἐπειδή τινα πλεονεξίαν αὐτοῦ κατέγνωσαν, μέμνησαι δὲ ὅπως τῷ πατρί σου προσηνέχθησαν, ὅτι τινὰ ὑποψίαν ἐς αὐτὸν μοναρχίας ἔσχον. καίτοι τούτων μὲν ἀμείνους ἄνδρες οὐδένες ἄλλοι γεγόνασιν.
13.5
οὐ μέντοι καὶ ἁπλῶς οὕτω συμβουλεύω σοι τὴν ἀρχὴν ἀφεῖναι, ἀλλὰ πάντα τὰ συμφέροντα τῷ δημοσίῳ προπρᾶξαι καὶ δόγμασι καὶ νόμοις ἃ προσήκει κατακλεῖσαι, καθάπερ που καὶ ὁ Σύλλας ἐποίησε· καὶ γὰρ εἴ τινα αὐτῶν μετὰ ταῦτα ἀνετράπη, ἀλλὰ τά γε πλείω καὶ μείζω διαμένει.
13.6
καὶ μὴ εἴπῃς ὅτι καὶ ὣς στασιάσουσί τινες, ἵνα μὴ καὶ ἐγὼ αὖθις εἴπω ὅτι πολλῷ μᾶλλον οὐκ ἂν ἀνάσχοιντο μοναρχούμενοι. ὡς εἴγε πάνθʼ ὅσα ἐνδέχεταί τισι συνενεχθῆναι προσκοποίμεθα, ἀλογώτατα ἂν τὰς διχοστασίας τὰς ἐκ τῆς δημοκρατίας συμβαινούσας φοβηθείημεν ἂν μᾶλλον ἢ τὰς τυραννίδας τὰς ἐκ τῆς μοναρχίας
13.7
ἐκφυομένας. περὶ ὧν τῆς δεινότητος οὐδὲ ἐπεχείρησά τι εἰπεῖν· οὐ γὰρ δὴ dh\ R. Steph., dei= *wL'. καὶ καταδραμεῖν ἄλλως εὐκατηγόρητον οὕτω πρᾶγμα ἠθέλησα, ἀλλὰ δεῖξαί σοι τοῦθʼ ὅτι τοιοῦτόν ἐστι τῇ φύσει ὥστε μηδὲ τοὺς χρηστοὺς ἄνδρας L' indicates a lacuna at this point, *w does not. In their common archetype L one folio sas lost, containing some sixty lines. Zonaras' epitome at this point is as folloss: o( de\ *maikh/nas tou)nanti/on sunebou/leuen, a(/pan ei)pw\n h)/dh th\n monarxi/an e)pi\ polu\ dioikh=sai au)to\n kai\ a)nagkai=on ei)=nai duoi=n qa/teron, h)\ mei=nai e)pi\ tw=n au)tw=n h)\ a)pole/sqai tau=ta proe/menon, k.t.l.
14.1
(οὔτε πεῖσαί τι ῥᾳδίως ὑπὸ παρρησίας τοὺς οὐχ ὁμοίους δύνανται) κἀν ταῖς πράξεσιν ἅτε μὴ ὁμογνωμονούντων σφῶν κατορθοῦσιν. ὥστε εἴ τι κήδῃ τῆς πατρίδος, ὑπὲρ ἧς τοσούτους πολέμους πεπολέμηκας, ὑπὲρ ἧς καὶ τὴν ψυχὴν ἡδέως ἂν ἐπιδοίης, μεταρρύθμισον αὐτὴν καὶ κατακόσμησον