Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 52

15.3 ἀρέσῃ, καὶ οἱ πολέμιοι κρύφα καὶ κατὰ καιρὸν πολεμῶνται, οἵ τε τι ἐγχειριζόμενοι ἀπʼ ἀρετῆς ἀλλὰ μὴ κλήρῳ καὶ σπουδαρχίᾳ ἀποδεικνύωνται, καὶ οἱ μὲν ἀγαθοὶ ἄνευ φθόνου τιμῶνται, οἱ δὲ
15.4 κακοὶ ἄνευ συστάσεως κολάζωνται. οὕτω γὰρ ἂν μάλιστα τά τε πραττόμενα ὀρθῶς διοικηθείη, μήτε ἐς τὸ κοινὸν ἀναφερόμενα μήτε ἐν τῷ φανερῷ βουλευόμενα μήτε τοῖς toi=s Xyl., e)n toi=s *wL'. παρακελευστοῖς ἐπιτρεπόμενα μήτε ἐκ φιλοτιμίας κινδυνευόμενα, καὶ τῶν ὑπαρχόντων ἡμῖν ἀγαθῶν ἡδέως ἀπολαύσαιμεν, μήτε πολέμους ἐπικινδύνους μήτε
15.5 στάσεις ἀνοσίους· ποιούμενοι. ταῦτα γὰρ πᾶσα μὲν δημοκρατία ἔχει· οἱ γὰρ δυνατώτεροι, τῶν τε πρωτείων prwtei/wn Rk., prw/twn *wL'. ὀρεγόμενοι καὶ τοὺς ἀσθενεστέρους μισθούμενοι, πάντα ἄνω καὶ κάτω φύρουσι· πλεῖστα δὲ δὴ παρʼ ἡμῖν γέγονε, καὶ οὐκ ἔστιν
15.6 ὅπως ἄλλως παύσεται. τεκμήριον δέ, πάμπολυς ἐξ οὗ χρόνος καὶ πολεμοῦμεν καὶ στασιάζομεν. αἴτιον δὲ τό τε πλῆθος τῶν ἀνθρώπων καὶ τὸ μέγεθος τῶν πραγμάτων· ἐκεῖνοί τε γὰρ παντοδαποὶ καὶ τὰ γένη καὶ τὰς φύσεις ὄντες καὶ ποικίλας καὶ τὰς ὀργὰς καὶ τὰς ἐπιθυμίας ἔχουσι, καὶ ταῦτα ἐς τοσοῦτον προῆκται ὥστε καὶ πάνυ δυσχερῶς ἂν διοικηθῆναι.
16.1 καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, μαρτυρεῖ τὰ γεγονότα. τέως μὲν γὰρ οὔτε πολλοὶ ἦμεν οὔτε μεγάλῳ τινὶ τῶν πλησιοχώρων διεφέρομεν, καλῶς τε ἐπολιτευόμεθα καὶ πᾶσαν ὀλίγου τὴν Ἰταλίαν
16.2 κατεστρεψάμεθα· ἀφʼ οὗ δὲ ἔξω αὐτῆς ἐξήχθημεν, καὶ ἐπὶ πολλὰ καὶ τῶν ἠπείρων καὶ τῶν νήσων ἐπεραιώθημεν, καὶ πᾶσαν μὲν τὴν θάλασσαν πᾶσαν δὲ τὴν γῆν καὶ τοῦ ὀνόματος καὶ τῆς δυνάμεως ἡμῶν ἐνεπλήσαμεν, οὐδενὸς χρηστοῦ μετεσχήκαμεν, ἀλλὰ τὸ μὲν πρῶτον οἴκοι καὶ ἐντὸς τοῦ τείχους κατὰ συστάσεις ἐστασιάσαμεν, ἔπειτα δὲ καὶ ἐς τὰ στρατόπεδα τὸ νόσημα τοῦτο
16.3 προηγάγομεν. καὶ διὰ ταῦθʼ ἡ πόλις ἡμῶν, ὥσπερ ὁλκὰς μεγάλη καὶ πλήρης ὄχλου παντοδαποῦ χωρὶς κυβερνήτου, πολλὰς ἤδη γενεὰς ἐν κλύδωνι πολλῷ φερομένη σαλεύει τε καὶ ᾅττει δεῦρο κἀκεῖσε, καθάπερ ἀνερμάτιστος οὖσα. μήτʼ οὖν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme