Book 52
16.4
χειμαζομένην ἔτʼ αὐτὴν περιίδῃς, ὁρᾷς γὰρ ὡς ὑπέραντλός ἐστι, μήτε περὶ ἕρμα περιρραγῆναι ἐάσῃς, σαθρὰ γάρ ἐστι καὶ οὐδένα ἔτι χρόνον ἀντισχεῖν δυνήσεται· ἀλλʼ ἐπειδήπερ οἱ θεοὶ ἐλεήσαντες αὐτὴν καὶ ἐπιγνώμονά σε καὶ ἐπιστάτην αὐτῆς ἐπέστησαν, μὴ προδῷς τὴν πατρίδα, ἵνʼ ὥσπερ νῦν διὰ σὲ μικρὸν ἀναπέπνευκεν, οὕτω καὶ τὸν λοιπὸν αἰῶνα μετʼ ἀσφαλείας διαγάγῃ.
17.1
ὅτι μὲν οὖν ὀρθῶς σοι παραινῶ, μοναρχεῖσθαι τὸν δῆμον ἀξιῶν, πάλαι σε ἡγοῦμαι πεπεῖσθαι· τούτου δὲ δὴ οὕτως ἔχοντος καὶ ἑτοίμως καὶ προθύμως τὴν προστασίαν αὐτοῦ ἀνάδεξαι, μᾶλλον δὲ μὴ προῇ. οὐδὲ γὰρ οὐδʼ ὑπὲρ τοῦ λαβεῖν τι βουλευόμεθα, ἀλλʼ ὑπὲρ τοῦ μὴ ἀπολέσαι καὶ
17.2
προσέτι καὶ κινδυνεῦσαι. τίς γάρ σου φείσεται, ἄν τε ἐς τὸν δῆμον τὰ πράγματʼ ἀνώσῃς, ἄν τε pra/gmat' a)nw/sh|s a)/n te Bk., pra/gmata w(s h)=san te *wL'. καὶ ἑτέρῳ τινὶ ἐπιτρέψῃς, παμπόλλων μὲν ὄντων τῶν ὑπὸ σοῦ λελυπημένων, πάντων δʼ ὡς εἰπεῖν τῆς μοναρχίας ἀντιποιησομένων, ὧν οὐδεὶς οὔτε μὴ ἀμύνασθαί σε ἐφʼ οἷς πεποίηκας οὔτʼ ἀντίπαλον
17.3
ὑπολιπέσθαι ἐθελήσει. τεκμήριον δὲ ὅτι καὶ ὁ Πομπήιος ἐκστὰς τῆς δυναστείας καὶ κατεφρονήθη καὶ ἐπεβουλεύθη, κἀκ τούτου μηκέτʼ αὐτὴν ἀναλαβεῖν δυνηθεὶς ἐφθάρη, καὶ ὁ Καῖσαρ ὁ πατὴρ ὁ σὸς τὸ αὐτὸ τοῦτο ποιήσας poih/sas *w, poih=sai e)qelh/sas L'. προσαπώλετο. πάντως δʼ ἂν καὶ ὁ Μάριος καὶ ὁ Σύλλας ὅμοια αὐτοῖς ἐπεπόνθεσαν, εἰ μὴ προετεθνήκεσαν.
17.4
καίτοι τὸν Σύλλαν φασί τινες αὐτὸ τοῦτο φοβηθέντα φθῆναι καὶ ἑαυτὸν ἀναχρήσασθαι· συχνὰ γοῦν τῶν νομοθετηθέντων ὑπʼ αὐτοῦ ζῶντος ἔτʼ αὐτοῦ λύεσθαι ἤρξατο. ὥστε καὶ σὺ πολλοὺς μὲν Λεπίδους πολλοὺς δὲ Σερτωρίους Βρούτους Κασσίους γενήσεσθαί σοι προσδόκα.
18.1
ταῦτά τε οὖν ἰδὼν καὶ τἆλλα πάντα λογισάμενος, μὴ προῇ καὶ σεαυτὸν καὶ τὴν πατρίδα, ἵνα i(/na L', i(/na dh\ V. μὴ δόξῃς τισὶν ἐθελούσιος τῆς ἀρχῆς ἐφεῖσθαι. πρῶτον μὲν γάρ, ἂν καὶ τοῦτο τις ὑποπτεύσῃ, οὔτʼ ἀπὸ τοῦ ἀνθρωπείου τρόπου τὸ ἐπιθύμημά ἐστι, καὶ καλὸς ὁ κίνδυνος αὐτοῦ· ἔπειτα δὲ τίς οὐκ οἶδε τὴν ἀνάγκην ὑφʼ ἧς ἐς τὰ