Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 52

19.2 μὴ μέντοι καὶ διὰ πενίαν τινὰ ἀγαθόν γε ἄνδρα ὄντα ἀπαλλάξῃς, ἀλλὰ καὶ χρήματα αὐτῷ τὰ ἀναγκαῖα δός. ἀντὶ δὲ δὴ τῶν ἄλλων τούς τε γενναιοτάτους καὶ τοὺς ἀρίστους τούς τε πλουσιωτάτους ἀντεσάγαγε, μὴ μόνον ἐκ τῆς Ἰταλίας ἀλλὰ καὶ παρὰ τῶν συμμάχων τῶν τε ὑπηκόων
19.3 ἐπιλεξάμενος· οὕτω γὰρ σύ τε πολλοῖς συνεργοῖς χρήσῃ, καὶ τοὺς κορυφαίους ἐξ ἁπάντων τῶν ἐθνῶν ἐν ἀσφαλεῖ ποιήσῃ, καὶ οὔτε ἐκεῖνα νεοχμώσει τι μηδένα ἐλλόγιμον προστάτην ἔχοντα, καὶ οἱ πρωτεύοντες παρʼ αὐτοῖς φιλήσουσί σε ἅτε καὶ κοινωνοί σοι τῆς ἀρχῆς γεγονότες.
19.4 τὰ δὲ αὐτὰ ταῦτα καὶ ἐπὶ τῶν ἱππέων ποίησον. τοὺς γὰρ τὰ δευτερεῖα ἑκασταχόθι καὶ γένει καὶ ἀρετῇ καὶ πλούτῳ φερομένους ἐς τὴν ἱππάδα κατάλεξον, τοσούτους ἑκατέρους ἀντεγγράψας ὅσοι ποτʼ ἂν ἀρέσωσί σε, μηδὲν περὶ τοῦ πλήθους αὐτῶν ἀκριβολογούμενος· ὅσῳ γὰρ ἂν πλείους εὐδόκιμοι ἄνδρες συνῶσί σοι, τοσούτῳ ῥᾷον αὐτός
19.5 τε ἐν δέοντι πάντα διοικήσεις, καὶ τοὺς ἀρχομένους πείσεις ὅτι οὔτε ὡς δούλοις σφίσιν οὔθʼ ὡς χείροσί πῃ ἡμῶν οὖσι χρῇ, ἀλλὰ τά τε ἄλλα ἀγαθὰ πάντα τὰ ὑπάρχοντα ἡμῖν καὶ τὴν ἡγεμονίαν αὐτοῖς au)toi=s L', au)th=s V. κοινοῖ, ὅπως ὡς οἰκείαν αὐτὴν
19.6 σπουδάζωσι. καὶ τοσοῦτόν γε δέω τοῦθʼ ὡς οὐκ ὀρθῶς εἰρημένον ἀναθέσθαι, ὥστε καὶ τῆς πολιτείας πᾶσί σφισι μεταδοθῆναί φημι δεῖν, ἵνα καὶ ταύτης ἰσομοιροῦντες πιστοὶ σύμμαχοι ἡμῖν ὦσιν, ὥσπερ τινὰ μίαν τὴν ἡμετέραν πόλιν οἰκοῦντες, καὶ ταύτην μὲν ὄντως πόλιν τὰ δὲ δὴ σφέτερα ἀγροὺς καὶ κώμας νομίζοντες εἶναι.
19.6 ἀλλὰ περὶ μὲν peri\ me\n L', me\n peri\ V. τούτου αὖθις ἀκριβέστερον σκεψόμεθα ἃ χρὴ πρᾶξαι, ἵνα μὴ καὶ πάντα
20.1 ἀθρόα αὐτοῖς χαρισώμεθα· καταλέγεσθαι δὲ χρὴ ἐς μὲν τὴν ἱππάδα ὀκτωκαιδεκέτεις, ἐν γὰρ ταύτῃ τῇ ἡλικίᾳ μάλιστα ἥ τε τῶν σωμάτων αὐτῶν εὐεξία καὶ ἡ τῶν ψυχῶν ἐπιτηδειότης διαφαίνεται, ἐς δὲ τὸ συνέδριον πεντεκαιεικοσιέτεις· πῶς γὰρ οὐκ αἰσχρὸν καὶ σφαλερόν ἐστι τὰ μὲν οἰκεῖα μηδενὶ πρὸ ταύτης τῆς ἡλικίας ἐπιτρέπεσθαι, τὰ δὲ δημόσια καὶ νεωτέροις τισὶν ἐγχειρίζεσθαι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme