Book 52
24.6
καὶ οὗτοι μὲν διὰ βίου, ὥσπερ που καὶ ὁ πολίαρχος ὅ θʼ ὑποτιμητής, τὴν ἀρχὴν ἐχέτωσαν· νυκτοφύλαξ δὲ ἕτερος, καὶ ἐπὶ τοῦ σίτου τῆς τε ἀγορᾶς τῆς λοιπῆς ἕτερος ἔκ τε τῶν ἱππέων τῶν πρώτων μετʼ ἐκείνους καὶ ἐς τακτὸν χρόνον ἀποδεικνύσθωσαν, καθάπερ οἱ ἐκ τοῦ βουλευτικοῦ
25.1
προχειριζόμενοι. τάς τε διοικήσεις τῶν χρημάτων, τῶν τε τοῦ δήμου καὶ τῶν τῆς ἀρχῆς λέγω, καὶ τὰς ἐν τῇ Ῥώμῃ τῇ τε ἄλλῃ Ἰταλίᾳ καὶ τὰς
25.2
ἔξω πάσας οἱ ἱππῆς i(pph=s M (i(pph=is', i(ppei=s V. διαχειριζέτωσαν, καὶ μισθὸν οὗτοί τε καὶ οἱ ἄλλοι πάντες οἱ ἐκ τοῦ αὐτοῦ τέλους διοικοῦντές τι, οἱ μὲν πλείονα οἱ δὲ ἐλάττονα, e)la/ttona R. Steph., to\n e)la/ttona *wM. πρός τε τὸ ἀξίωμα καὶ πρὸς τὸ μέγεθος τῆς
25.3
πράξεως φερέτωσαν, τοῦτο μὲν ὅτι o(/ti M, om. V. οὐχ οἷόν τέ ἐστιν αὐτούς, ἅτε καὶ πενεστέρους τῶν βουλευτῶν ὄντας, ἀπὸ τῶν οἰκείων, οὐδὲ ἐν τῇ Ῥώμῃ τι πράττοντας, ἀναλίσκειν, ἐκεῖνο δὲ ὅτι μήτε δυνατὸν μήτε συμφέρον ἐστί σοι τοὺς αὐτοὺς τῶν τε te M, om. V. δυνάμεων καὶ τῶν χρημάτων κυρίους γίγνεσθαι.
25.4
πρὸς δʼ ἔτι καὶ καλῶς ἔχει διὰ πλειόνων πάντα τὰ τῇ ta\ th=| M, ta\ e)n th=| V. ἀρχῇ προσήκοντα διάγεσθαι, ὅπως καὶ ὠφελῶνται ἅμα συχνοὶ καὶ ἔμπειροι τῶν πραγμάτων γίγνωνται· οὕτω γὰρ οἵ τε ἀρχόμενοι μᾶλλον εὐνοήσουσί σοι, πολυειδῆ ἀπόλαυσιν τῶν κοινῶν ἀγαθῶν καρπούμενοι, καὶ σὺ ἀφθονώτατα τοῖς ἀεὶ ἀρίστοις πρὸς πάντα τὰ ἀναγκαῖα χρήσῃ.
25.5
ἀπόχρη δὲ ἐν μὲν τῇ πόλει καθʼ ἕκαστον χρηματίσεως εἶδος, ἔξω δὲ καθʼ ἕκαστον ἔθνος, εἷς τις ἐκ τῶν ἱππέων, ὑπομείονας ὅσους ἂν ἡ χρεία ἀπαιτῇ a)paith=| *w, a)paitei= M. ἔκ τε τῶν ἱππέων καὶ ἐκ τῶν ἐξελευθέρων σου ἔχων· δεῖ γὰρ καὶ τοιούτους τινὰς συζευγνύναι σφίσιν, ἵνα ἥ τε θεραπεία σου ἆθλόν τι ἀρετῆς ἔχῃ, καὶ σὺ μὴ ἀπορῇς παρʼ ὧν καὶ ἀκόντων τὴν ἀλήθειαν, ἄν γέ τι πλημμεληθῇ, μαθεῖν δυνήσῃ.
25.6
ὅστις δʼ ἂν τῶν ἱππέων διὰ πολλῶν διεξελθὼν ἐλλόγιμος ὥστε καὶ βουλεῦσαι γένηται, μηδὲν αὐτὸν ἡ ἡλικία ἐμποδιζέτω πρὸς τὸ μὴ οὐ καὶ ἐς τὸ συνέδριον καταλεχθῆναι, ἀλλʼ ἐσγραφέσθωσαν καὶ ἐξ ἐκείνων, κἂν λελοχαγηκότες τινὲς ἐν τοῖς πολιτικοῖς στρατοπέδοις ὦσι, πλὴν τῶν ἐν τῷ