Book 52
27.4
ἀπʼ αὐτῶν ἐμφύλιοι ἀεὶ γενήσονται. καὶ μέντοι κἂν κωλύσαντές σφας ταῦτα ποιεῖν ἔπειτα συμμαχίας τινὸς παρʼ αὐτῶν δεηθῶμεν, κινδυνεύσομεν kinduneu/somen R. Steph., kinduneu/swmen *wM. ἀπείροις τε καὶ ἀγυμνάστοις στρατιώταις ἀεὶ χρώμενοι. διὰ μὲν δὴ ταῦτα γνώμην ποιοῦμαι τοὺς μὲν ἄλλους πάντας ἄνευ τε ὅπλων καὶ ἄνευ τειχῶν ζῆν, τοὺς δὲ ἐρρωμενεστάτους καὶ βίου μάλιστα δεομένους καταλέγεσθαί τε καὶ ἀσκεῖν.
27.5
αὐτοί τε γὰρ ἄμεινον πολεμήσουσι τούτῳ μόνῳ τῷ ἔργῳ σχολάζοντες, καὶ οἱ λοιποὶ ῥᾷον γεωργήσουσι καὶ ναυτιλοῦνται τά τε ἄλλα τὰ τῇ εἰρήνῃ προσήκοντα πράξουσι μήτε ἐκβοηθεῖν ἀναγκαζόμενοι καὶ προφύλακάς σφων ἑτέρους ἔχοντες, τό τε ἀκμαιότατον καὶ ἰσχυρότατον καὶ ἐκ λῃστείας μάλιστα ζῆν ἀναγκαζόμενον ἀλύπως τραφήσεται, καὶ τὸ λοιπὸν πᾶν ἀκινδύνως βιώσεται.
28.1
πόθεν οὖν χρήματα καὶ ἐς τούτους καὶ ἐς τὰ ἄλλα τὰ ἀναγκαίως ἀναλωθησόμενα ἔσται; ἐγὼ καὶ τοῦτο διδάξω, σμικρὸν ἐκεῖνο ὑπειπών, ὅτι κἂν δημοκρατηθῶμεν, πάντως που χρημάτων δεησόμεθα· dehso/meqa Dind., dehqhso/meqa *wM. οὐ γὰρ οἷόν τε οὔτʼ ἄνευ στρατιωτῶν ἡμᾶς σώζεσθαι οὔτʼ ἀμισθί a)misqi/ St., a)misqei/ *wM. τινας tinas M, tina V. στρατεύεσθαι.
28.2
μὴ οὖν ὡς καὶ τῇ μοναρχίᾳ μόνῃ τῆς ἀναγκαίας τῶν χρημάτων ἀθροίσεως προσηκούσης βαρυνώμεθα, μηδὲ διʼ αὐτὴν καὶ ἀπʼ ἐκείνης ἀποτρεπώμεθα, ἀλλʼ ὡς καὶ πάντως ἀναγκαῖον ὂν ἡμῖν, ὅπως ποτʼ ἂν πολιτευώμεθα, καὶ ἀργυρίζεσθαί
28.3
τινα, οὕτω ou(/tw *m, ou(/tws V. βουλευώμεθα. φημὶ τοίνυν χρῆναί σε πρῶτον μὲν ἁπάντων τὰ κτήματα τὰ ἐν τῷ δημοσίῳ ὄντα (πολλὰ δὲ ταῦτα ὁρῶ διὰ τοὺς πολέμους γεγονότἀ πωλῆσαι, πλὴν ὀλίγων τῶν καὶ πάνυ χρησίμων σοι καὶ ἀναγκαίων, καὶ τὸ ἀργύριον τοῦτο πᾶν ἐπὶ μετρίοις τισὶ τόκοις
28.4
ἐκδανεῖσαι. οὕτω γὰρ ἥ τε γῆ ἐνεργὸς ἔσται, δεσπόταις αὐτουργοῖς δοθεῖσα, καὶ ἐκεῖνοι ἀφορμὴν λαβόντες εὐπορώτεροι γενήσονται, τό τε δημόσιον διαρκῆ καὶ ἀθάνατον πρόσοδον ἕξει. εἶτα συλλογίσασθαι ταῦτά τε καὶ τἆλλα ὅσα ἔκ τε μεταλλείας καὶ εἰ δή ποθεν ἄλλοθεν βεβαίως